Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

c.pap.gr.1.13

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

γ παρὰ Ἰουλίας νεισης τῆς Γαίου Ἰουλίου Φήλικος ἀπελευθέρας μετὰ κυρίου τοῦ πάτρωνος Γαίου Ἰουλίου Φήλικος μετὰ κυρίου καὶ ἐγγύου ου Ζηνω vestiges συγχωρεῖ ἡ σα ἐπὶ μῆνας εἴκοσι ἀπὸ τροφεύσειν καὶ θηλάσειν ἔξω παρʼ ἑαυτῆι κατὰ πόλιν τῶι ἰδίωι αὐτῆς γάλακτι καθαρῶι καὶ ἀφθόρωι ὃ ἐγδέδοται αὐτῆι ἡ Ἰουλία δουλικὸν παιδίον ὧι ὄνομα φανο μισθοῦ κατὰ μῆνα δραχμῶν ιβ καὶ ἐλαίου κοτυλῶν β, αὐτόθεν δὲ ἐσχηκέναι ἡ ξα διʼ ἐγγύου τοῦ Ζήνωνος παρὰ τῆς Ἰουλίας διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑξήκοντα vestiges vestiges ποιεῖσθαι τὴν τʼ αὐτῆς καὶ τοῦ παιδίου προσήκουσαν ἐπιμέλειαν μὴ φθείρουσαν τὸ γάλα μηδʼ ἀνδροκοιτοῦσαν μηδʼ ἐπικυοῦσαν μηδʼ ἄλλο παιδίον παραθηλάζουσαν, ἅ τε ἐὰν λάβῃ ἢ πιστευθῇ σῶα συντηρήσεινσυντηρ καὶ ἀποδώσειν ὅταν ἀπαιτῆται ἢ ἐκτίσειν ἑκάστου ἀξίαν πλὴν συμφανοῦς ἀπωλείας ἧς καὶ φανερᾶς γενηθείσηςγενεθείσης ἀπολελύσθω καὶ μὴ ἐκλείψειν τὴν τροφείαν ἐντὸς τοῦ χρόνου. ἐὰν δέ τι παραβαίνῃ ἐκτίνειν αὐτήν τε καὶ τὸν αὐτῆς ἔγγυον Ζήνωνα ἅς τε ἀπέσχηκανἀπεχηκαν δραχμὰς ἑξήκοντα καὶ ἃ ἐὰν λάβῃ σὺν ἡμιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἀργυρίου δραχμὰς σ, τῆς πράξεως γινομένης ἔκ τε αὐτῆς ξης καὶ ἐκ τοῦ ἐγγύου Ζήνωνος καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης καὶ μὴ ἐπιφέρειν πίστεις ἢ ἀκύρους εἶναι. ἐπιτελούσης δὲ τῆς ξεας ἕκαστα καὶ τὴν Ἰουλίαν χορηγήσειν αὐ τῆι τὰ κατὰ μῆνα τροφεῖα vestiges vestiges καὶ μὴ ἀποσπάσειν τὸ παιδίον ἐντὸς τοῦ χρόνου ἢ καὶ αὐτὴν ἔνοχον εἶναι τῶι ἴσωι vestiges

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.