Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

c.pap.gr.1.34

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὁμολογεῖ Λούκιος Οὐίβιος Κασιανὸς πεπρακέναι τῷ αὐτῷ Ἀμμωνίῳ κατὰ τήνδε τὴν ὁμολογίαν τῇ ἐνεσ τώσῃ ἡμέρᾳ τὸ ὑπάρχον τῷ Κασιανῷ οἰκογενὲς δουλικὸν ἔνγονον ὀνόματι Κόσμον ἐτῶν τριῶν ὃ ἐγαλακτοτρόφησεν ὃ ἐτρόφησεν καὶ ἐτιθήνησεν ἡ τοῦ Ἀμμωνίου δούλη Δημητροῦς, ἥνπερησπερ ἐξέστη ὁ Λούκιος Οὐίβιος Κασιανὸς τῷ Ἀμμωνίῳ καθʼ ὁμολογίαν τελειωθεῖσαν διὰ γραφείου τῆς αὐτῆς κώμης καὶ εἰκοστῷ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου μηνὶ Μεχεὶρ νεομηνίᾳ, ἀντί τε ὧν ὤφειλεν τῷ Ἀμμωνίῳ καὶ ὧν ἔσχεν τότε εἰς πλήρωσιν τῆς ὅλης τιμῆς τῆς δούλης Δημητροῦτος δρα χμῶν νυνὶ δὲ τοῦ ἐγγόνου Κόσμου πενταμηνίουπενταμηνείου ὄντος τούτου τοιούτου ἀναπορρίφουἀναπορίφου πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς ἀπέχειν τὸν Λούκιον Οὐίβιον Κασιανὸν παρὰ τοῦ Ἀμμωνίου ἀπὸ τῶν συμπεφωνη μένων ἀργυρίου δραχμῶν τριακοσίων , μεθʼ ἃς ὑπελόγησεν ἑαυτῷ ὁ Ἀμμώνιος ὑπὲρ τρο φείων τοῦ δουλικοῦ δραχμὰς διακοσίας , τὰς λοιπὰς δραχμὰς ἑκατὸν καὶ βεβαιώσειν αὐτόνλυτον τε Λούκιον Οὐίβιον Κασιανὸν καὶ τοὺς παρʼ αὐτοῦ τῷ Ἀμμωνίῳ καὶ τοῖς παρʼ αὐτοῦ τὸ αὐτὸ πεπραμένον δουλικὸν ἔνγονον Κόσμον πάσῃ βεβαιώσει πλὴν δρασμοῦ. κρατεῖν οὖν καὶ κυριεύειν τὸν Ἀμμώνιον καὶ τοὺς παρʼ αὐτοῦ τοῦ πεπραμένου δουλικοῦ καὶ ἐξουσίαν ἔχειν πωλεῖν, ὑποτίθεσθαι, οἰκονομεῖν κατʼ αὐτοῦ ὅ τι ἐὰν αἱρῶν ται καὶ μηδὲν αὐτοῖς τὸν Λούκιον Οὐίβιον Κασιανὸν ἐνκαλεῖν μηδὲ ἐπελεύσεσθαι τρόπῳ μηδενὶ, εἰ δὲ μὴ τὸν Λούκιον ἀποδοῦναι τῷ Ἀμμωνίῳ τὴν τιμὴν διπλῆν καὶ τὰ τέλη καὶ δαπανήματα καὶ ἐπίτι μονἐπίτειμον ἀργυρίου δραχμὰς ακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, χωρὶς τοῦ μένειν κύρια καὶ τὰ προγεγραμμένα ἀκολουθούσης αὐτῷ τῆς βεβαιώσεως τῆς δούλης Δημητροῦτος ταῖς εἰς τὸν Ἀμμώνιον ἀσφαλείαις ἀκολούθως. ὑπογραφεὺς τοῦ Κασιανοῦ φαμένου μὴ εἰδέναι γράμματα Ἡρακλίδης Ἰσιδώρου ὡς ἐτῶν πεντήκον τα Λούκιος Οὐίβιος Κασιανὸς ὁμολογῶ πεπρακέναι τῷ Ἀμμωνίῳ δουλικὸν ἔγγονον ὀνόματι Κόσμον γεγονός μοι ἐξ ἧς ἐξέστην αὐτῷ κατὰ δημόσιον χρηματισμὸν δούλης Δημητροῦτος ὅπερ ἔγγονον ἐγαλακτοτρόφησενἐπαύσατο τροφῆσεν καὶ ἐτιθήνησεν. ἀπὸ ἀπὸ δὲ τῶν συμπεφωνημένων τιμῆς δραχμῶν τριακοσίων ὑπελόγησα αὐτῷ τὰς τῶν τροφείων δραχμὰς διακοσίας , τὰς δὲ λοιπὰς δρα χμὰς ἑκατὸν ἀπέχω καὶ βεβαιώσω καθὼς πρόκιται. Ἡρακλίδης Ἰσιδώρου ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα. Ἀμμώνιος ἠγόρακα τὸ δουλικὸν ἔνγονον Κόσμον.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.