no image
DDbDP-text
Denuncia di morte via HGV-meta
Linked by Trismegistos ID
TM 11888.
Each record below describes this same artifact or text from a different angle.
Θέωνι καὶ Διοσκουρίδη γραμματεῦσι μητροπόλεως, παρὰ Σωτηρίχου τοῦ Κάστορος τοῦ Σωτηρίχου μητρὸς Ἡραΐδος τῆς Διονυσίου, τῶν ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένου ἐπʼ ἀμφόδου Βιθυνῶν καὶ ἄλλων τόπων. ὁ τοῦ υἱοῦ μου Διονυσίου υἱὸς Κάστωρ μητρὸς Ἡρωίδος τῆς Ἡρακλείδου, ἀφῆλιξ, ἀναγεγραμμένος ἐπὶ τοῦ προκειμένου ἀμφόδου, ἐτελεύτησεν τῷ Φαῶφι μηνὶ τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ. ἀξιῶ ταγῆναι αὐτὸν ἐν τοῖς τετελευτηκόσι. κατακεχώρισται γρα μματεῦσιγραματεῦσι μητροπόλεως περὶ τελευτῆς Κάστωροςδαστωρος. ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ ΧοιάκSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.