no image
DDbDP-text
Auskunftserteilung durch die βιβλιοφύλακες ἐγκτήσεων über das Vermögen eines Inquisiten via HGV-meta
Linked by Trismegistos ID
TM 23521.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίοις τῷ καὶ Σερήνῳ ἐνάρχῳ πρυτάνειπρυτάνι καὶ Ἀμμωνείνῳ Ἀγαθείνου ἀμφοτέροις συνδίκοις βουλευταῖς τῆς λαμπρᾶς καὶ λαμπροτάτηςλαμπροτάτης Ὀξυρυνχιτῶν πόλεως Αὐρήλιοι Εὐδαίμων ὁ καὶ Ἑλλάδιος γυμνασιαρχήσας βουλευτὴς τῆς αὐτῆς πόλεως καὶ οἱ σὺν ἐμοὶ βιβλιοφύλακες τοῦ αὐτοῦ νομοῦ τοῖς φιλτάτοις χαίρειν. ἐπεστείλατε ἡμῖνἡμεῖν κεκελευκέναι Οὐαλέριον Ἀστέριον ἐπίτροπον πριουάτης Αἰγύπτου τὰ ὑπάρχοντα Θεοθώρου ἐξάρχου προμώ του λεγεῶνος τρίτης, ἀποφάσει ὑποβληθέντος τοῦ διασημοτάτ ου δουκός, ἐκδικηθῆναι τοῖς τοῦ ταμείου λογισμοῖς. ὅθεν εἰς ἐξέτασιν χωρήσαντες διὰ τῶν κατακειμένων ἐν τοῖς βιβλιοφυλακίοις βιβλίων δηλοῦμεν τὸν Θεόθωρον μηδεναρον κεκτῆσθαι μηδʼ ὅλως διεστρῶσθαι διὰ τῶν ἐν τοῖς ἀρχείοις βιβλίων. ἐρρῶσθαι ὑμᾶς εὔχομαι φίλτατοι. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλερίου Λικιννιανοῦ Λικιννίου Σεβαστοῦ καὶ Φλαυίου Οὐαλερίου Κωνσταντίνου ακ πρὸ ϛ Νωνῶν ἸουλίωνἸουίωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.