Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
chrest.mitt.197
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ἑνδεκάτου Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ μηνὸς ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἥρων Διοσκόρου κεκοσμητευκὼς βουλευτὴς τῆς αὐτῆς Ἀρσινοιτῶν πόλεως ἀναγραφόμενος ἐπʼ ἀμφόδου Μακεδόνων ὡς ἐτῶν ἑξήκοντα ἑνὸς οὐλὴ ἴχνειἴχνι ποδὸς Λουκίῳ Σεπτιμίῳ Αὐρηλίῳ Πτολεμαίῳ τῷ καὶ Ἀμμωνίῳ τῶν ἱερονικῶν καὶ ἀτελῶν, ὡς δὲ πρὸ τῆς Ῥω μαίωνῬωμαϊκῆς πολιτείας χρηματίσαντιχρηματήσαντι Πτολεμαίῳ τῷ καὶ Ἀμμωνίῳ Νίννου τοῦ καὶ Ἀνουβίωνος υἱοῦ Ἥρωνος ἀγορανομήσαντος τῆς αὐτῆς πόλεως ὡς ἐτῶν εἰκοσι τεσσάρων οὐλὴ μήλῳ δεξιῷ ἀπέχειν τὸν Ἥρωνα παρὰ τοῦ Λουκίου Σεπτιμίου Αὐρηλίου Πτολεμαίου τοῦ καὶ Ἀμμωνίου κατὰ τήνδε τὴν ὁμολογίαν διὰ χειρὸς ἀργυρίου δραχμὰς χιλίας ὀκτακοσίας ὧν δραχμὰς μὲν χιλίας ἑπτακοσίας οὔσας ἴσας ὧν ὤφειλενὤφιλεν αὐτῷ κατὰ δημόσιον χρηματισμὸν τελειωθέντα διὰ τοῦ αὐτοῦ τῆς μητροπόλεως γραφείου τῷ διεληλυθότι δεκάτῳ ἔτειἔτι μηνὶ ἐφʼ ὑποθήκῃ τῇ ὑπαρχούσῃ αὐτῷ ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Κιλίκων οἰκίᾳ διπυργίᾳ ἐν ᾗ τὰς δὲ λοιπὰς δραχμὰς ἑκατὸν οὔσας λοιπὰς τόκων αὐτῶν ἀπὸ τῆς θέσεως εν τε διὰ τῆς τῶν ἐγκτήσεων βιβλιοθήκης τὴν τῆς ὑποθήκης λύσιν καὶ μὴ ἐπελεύσεσθαι μήτε αὐτὸν τὸν Ἥρωνα μήτεμήδε τοὺς παρʼ αὐτοῦ ἐπὶἐπεὶ τὸν Λούκιον Σεπτίμιον Αὐρήλιον Πτολεμαῖον τὸν καὶ Ἀμμώνιον μήτεμήδε ἐπὶἐπεὶ τοὺς παρʼ αὐτοῦ μήτε περὶ ὧν ἀπέχει ἐπὶ τὸ αὐτὸ δραχμῶν χιλίων ὀκτακοσίων μήδε ἄλλου μηδενὸς ἁπλῶς πράγματος μήτε ἑτέρου ὀφειλήματος μήτε περὶ παντὸς συναλλάγματος ἐνγράπτου μήδε ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί.Cross-references (3)
- TM-Text 11728 primary
- DDbDP-Text chrest.mitt;;197 tier-1
- HGV-Text 11728 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.