Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
chrest.mitt.239
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ἀχιλλεὺς ὁ καὶ Ἡρωδιανὸς ἀρχιδικαστὴς Ἡρακλείδου μερίδος Ἀρσινοίτου στρατηγῶι τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειταιὑπόκιται. ἔτους κγ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ ιβ. Ποτάμων νομογράφος ἀγορᾶς· διʼ ἐμοῦ ἐγράφη ἡ οἰκονομία. Νικολάῳ Ἡρωδιανοῦ γενομένου ἀρχιδικαστοῦ καὶ ὑπομνηματογράφου υἱῷ γενομένῳ στρατηγῷ τῆς πόλεως ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Γαίου Ἰουλίου Ἀπολιναρίου στρατιώτου σπείρης πρώτης Ἀπαμηνῶν ἑκατονταρχίας Ἡρακλεί δου ὡς δὲ πρὸ τῆς στρατείας κεχρημάτικε ος τοῦ Μύστου. ὀφειλομένων ἐμοί τε πρὶν ἢ ἐν στρατείᾳ γένωμαι καὶ τῷ ἀδελφῷ μου Σαβείνῳσαβεινου ὑπὸ Θεναπύγχιος τῆς Σαμβᾶ ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ κατὰ συνγραφὴν γεγονυῖ αν διὰ τοῦ ἐν Ἱερᾶς νήσου τῆς αὐτῆς μερίδος ἀγορανομίου τῷ ἑκκαιδεκάτῳ ἔτει θεοῦ Ἁδριανοῦ Μεχὶρ δραχμῶν δισχιλίωνδισχειλίων τόκων δραχμιαίων εἰς ἀπόδοσιν Τῦβι τοῦ ἑξῆς ἑπτακαιδεκάτου ἔτους ἐφʼ ὑπαλλάγμασι τοῖς ὑπάρχουσι αὐτῇ περὶ κώμην Καρανίδα τὴν προγεγραμμένην ἐκ κλήρου κατοικικοῦ ἀρούραις δυσὶ ἐν μιᾷ σφραγῖδισφραγεῖδι καὶ πατρικῶν αὐτῆςαὐτη διμοίρῳ μέρει φοινικῶνος ἐν ἑκτολογουμένῃ τάξειαὐτῆς διμοίρων μωνος ἐν ἐκτελμένῃ τάξει ἐ ρημίᾳαἰρημίᾳ καὶ ἐν τῇ αὐτῇ Καρανίδι πατρικῇ αὐτῆς οἰκίᾳ καὶ αὐλῆςαὐλη περὶ Βακχιάδα τῆς αὐ τῆς μερίδος ὁμοίως ἐκ κλήρου κατοικικοῦ ἀρούραις δυσὶ ἡμίσειἡμίσαι ἐφʼ οἷς ἄλλοις ἡ συνγραφὴσυνγραφηι περιέχει καὶ τῆς ἀποδόσεως μὴ γενομένης μετηλλαχότος δὲ τοῦ ἀδελφοῦ μου ἐπὶ κλη ρονόμῳ ἐμοὶ ἀξιῶ συντάξαι γράψαι τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου στρα τηγῷ μεταδοῦναι τοῖς τῆς Θεναπύγχιος μετηλλαχυίης κληρονόμοις τελείοις, ἐὰν δὲ ἀφήλικες ὦσι, τοῖς τούτων νομίμοις ἐπιτρόποις ὧν τὰ ὀνόματα ἐπὶ τῶν τόπων δηλωθή σεται ὡς καθήκει, ὅπως ἀποδῶσί μοι τὸ προκείμενον κεφάλαιον καὶ τόκους ἴσους ἢ εἰδῶσι ἐσομένην μοι τὴν πρᾶξιν ὡς καθήκει ἀφʼ ὧν ἐὰν τελειώσω ἐνεχυρασίας γραμμάτων ἔκ τε τῶν προκειμένων ὑπαρχόντων καὶ ἐξ ὧν ἂν ἄλλων εὑρίσκω αὐτῆς ὡς καθήκει. ἔτους κγ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι ϛ Σεβαστῇ.Cross-references (3)
- TM-Text 9400 primary
- DDbDP-Text chrest.mitt;;239 tier-1
- HGV-Text 9400 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.