no image
DDbDP-text
Petition to the prefect about an inheritance taken by a dowered sister. A petition to the prefect of Egypt, Gaius Vitrasius Pollio, from Orsenouphis son of Manrres, a royal farmer of Bakchias in the Fayum. He complains that his elder sister, already dowered and excluded by their father's will, and her husband removed household goods worth 1,500 drachmas that should have passed to him and his brothers after their mother's death. machine translation
Linked by Trismegistos ID
TM 11642.
Each record below describes this same artifact or text from a different angle.
Γαίωι Οὐιτρασίωι Πωλλίωνι
παρὰ Οὐερσενούφιος τοῦ Μανρρήους τῶν ἀπὸ κώμης Βακχιάδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου
νομοῦ βασιλικοῦ γεωργοῦ. τῷ δ ἔτει Γαίου Καίσαρος
Αὐτοκράτορος Σεβαστοῦ τελευτήσαντος τοῦ προγεγραμμένου μου πατρὸς κατέλειψεν κατὰ διαθήκην τὰ ὑπάρχοντα αὐτοῦ ἐμοί τε καὶ τοῖς ἀδελφοῖς μου Ὀρσενούφι καὶ Σισοΐτι καὶ Πετοβάστι
καὶ Μαρρῆτι καὶ τὰ ἐν τῆι οἰκίᾳ αὐτοῦ σκεύη τε καὶ
ἕτερα τῇ μητρὶ ἡμῶν Ταοννώφρι ἐπὶ τὸν τῆς
ζωῆς αὐτῆς χρόνον. ἐν δὲ τῷ μεταξὺ καὶ τῆς
μητρὸς ἡμῶν τελευτησάσης καὶ ἡμῶν ὀφειλόντων παραλαβεῖν τὰ ταύτης ὑπάρχοντα
ἀκολούθως τῇ τοῦ πατρὸς ἡμῶν διαθήκῃ
ἡ δὲ πρεσβυτερωτέρα ἡμῶν ἀδελφή, φερνισθεῖσα
ὑπὸ τοῦ πατρὸς ἡμῶν ἔτι ἀπὸ τοῦ λε ἔτους Καίσαρος
θεοῦ καὶ μηδενὸς αὐτῇ ἐπιβάλλοντος τῶν
πατρικῶν καὶ μητρικῶν ἀκολούθως τῇ τοῦ
πατρὸς ἡμῶν διαθήκῃ ἐτόλμησεν σὺν τῷ
ἀνδρὶ αὐτῆς Πτολεμαίῳ Ὡρίωνος ἐξᾶραι τὰ πατρικὰ ἡμῶν ἔπιπλα καὶ σκεύη
τὰ καταλελειμμένα ὑπὸ τοῦ πατρὸς ἡμῶν τῇ μητρὶ
καὶ ἡμῖν ἐπιβαλλόντων εἰς λόγον ἀργυρίου δραχμῶν Αφ. διὸ
ἀξιῶ σὲ τὸν πάντων σωτῆρα καὶ εὐεργέτην,
ἐὰν φαίνηται, διαλαβεῖν ὅπως τύχω τῶν δικαίων, ἵνʼ ὦμεν εὐεργετημένοι. διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.