no image
DDbDP-text
Letter from Artemis to her husband Theodoros, with a rebuke to Sarapion. A 4th-century Christian letter from Artemis to her soldier husband Theodoros, sending greetings and a mantle, followed by an angry reply to one Sarapion alias Isidoros, who had threatened her, accusing his daughters of immorality known to the church elders and defending her family's free birth. machine translation
Linked by Trismegistos ID
TM 33767.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἄρτεμεις Θεοδώρῳ τῷ κυρίῳ μου συμβίῳ ἐν θεῷ χαίρειν.
πρὸ μὲν πάντων εὔχομαι
τῷ κυρίῳ θεῷ, ὅπως ὁλοκληροῦντά σε ἀπολάβομεν. ἔπεμψά σοι διὰ
Ἄπωνος τοῦ συνστρατιώτου σου γράμματα καὶ μαφόρτιν. ἐρρῶσθαί
σε εὔχομαι. ἀσπάζεταί σε τὰ παιδία σου καὶ Ἀλλοῦς πολλά σοι ἀπειλεῖ, ἐπεὶ
γὰρ πολλάκις γράψας καὶ πάντας
ἀσπασάμενος αὐτὴν μόνην οὐκ ἠσπάσου. ἀσπάζεταί σε Ἀλλοοῦς.
Ἄρτεμις Σαραπίωνι τῷ καὶ Ἰσιδώρῳ. γράφει·
ἐὰν ἦς στρατιώτης καὶ ἀπόνοιαν φορεῖς. ὁ ἡγεμὼν δὲ τὰς ἀπονοίας ταχὺ ταπεινοῖ. γράφεις δὲ
ἡμῖν ὡς ἐχθαμβῶν ἡμᾶς, λέγων ὅτι ὁ ἡγεμὼν οὐ θέλει οἰκοφθόρους. εἰ δὲ θέλεις τὰ πορνεύματα τῶν θυγατέρων σου στέργειν, μὴ ἐμὲ ἐξέταζε, ἀλλὰ τοὺς
πρεσβυτέρους τῆς ἐκκλησίας,
πῶς ἐξεπήδησαν αἱ δύο
λέγουσαι ὅτι ἄνδρες θέλομεν
καὶ πῶς εὑρέθη ἡ Λούκρα
παρὰ τὸν μοιχὸν αὐτῆς, ποιοῦσα ἑαυτὴν Γαδιτᾶναν, ἐξ ὧν
φθονοῦσιν ὅτι Σουχάρῳ αὐτὰ προστεθείκαμεν. ἐὰν ἦν
δὲ ὀνομάζειν περὶ γένους
καὶ ταῦτα πάλιν φθάνομεν
ἀποδεῖξαι, τίς εὐγενέστερός ἐστι. ἡμεῖς γὰρ οὐκ ἐγενόμεθα ἀπὸ δούλης
γεννηθέντες. ταῦτα δέ σοι γράφω Θεοδώρῳ ὅτι πάντα ποίει διὰ τὸ ὑπάρχον, καὶ δεῖ γράμματα αὐτῶι δηλῶσαι ?.
[v]
ἀπόδος Θεοδώρῳ στρατιώτῃ παρὰ τοῦ
υἱοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.