no image
DDbDP-text
ἔτους ζ Χοίαχ δ. Ἀσκληπιάδης, γυνὴ Πατροφίλα,
υἱὸς Ἀπολλοφάνης ὡς ἐτῶν ιε, Ἀπολλόδωρος ὡς ἐτῶν ιγ,
Ἀρτεμίδωρος ὡς ἐτῶν ι, Πτολεμαῖος ὡς ἐτῶν ε, τροφὸς
Κοσμία, γεωργοὶ μισθῶι Χάζαρος, Ῥαγεσοβάαλ
Ἰεάβ, Κράτερος, Σιτάλκες, Νατανβάαλ, ποιμὴν
Ποτάμων, βουκόλος Ὧρος γίνονται σώματα ιε.
ἀπογράφομαι τὸν ὑπάρχοντά μοι σῖτον εἰς τὰ δέοντα πυροῦ
κριθῆς ἀρτάβας θ, ὀλύρας ἀρτάβας ιε, εἰς τὰ δέοντα ὑποζυγίοις δ τοῖς
λειτουργοῦσιν καὶ βοῶν ζεύγεσιν ἓξ κριθοπύρου
ἀρτάβας ϛ βωλοπύρου μεμιγμένου κριθῆι ἀρτάβας ιβ. συνέχονται δὲ παρʼ ἐμοὶ ἐμοῦ τε καὶ τῶν μετόχων μου κριθοπύρου
ἀρτάβαι λ πρὸς τὰ ἐκφόρια, ἃ ὀφείλομεν τοῦ Σκαμάνδρου κλήρου κ…[…]ματα ἀπὸ τῆς ἅλω
σὺν τῶι κονιορτῶι ἀρτάβαι ιε, ὄσπρια κυάμου ἀρτάβαι κγ, ἐρεβίνθου ἀρτάβαι λε, φακῶν ἀρτάβαι ζ καὶ ἐν παρακαταθήκηι Πανήσιος φακῶν ἀρτάβαι γ, φασήλου ἀρτάβαι ιε, καὶ ἐν τῶι ἐν Βουβάστωι βασιλικῶι θησαυρῶι ἀποκάθαρσις τοῦ σίτου
τοῦ ἐξενεχθέντος σίτου κριθοπύρου ἀρτάβαι ρξη, ἐξ οὗ ἐκοσκινεύετο ὁ πυρός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.