no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9081.
Each record below describes this same artifact or text from a different angle.
Σοκνοπαίου Νήσου κάμηλοι ζ πῶλοι β.
Ἡρακλείδου γενομένῳ βασιλικῷ γραμματεῖ διαδεχομένῳ τὴν στρατηγίαν
καὶ Διοφάντωι βασιλικῷ γραμματεῖ Ἡρακλείδου μερίδος
παρὰ Τεσενούφεως πρεσβυτέρου
ἐπικαλουμένου Σείφωνος καὶ
Τεσενούφεως νεωτέρου
ἐπικαλουμένου Κιαλῆτος ἀμφοτέρων
Τεσενούφεως πρεσβυτέρου
Τεσενούφεως ἀπὸ κώμης
Σοκνοπαίου Νήσου. ἀφʼ ὧν ἀπεγραψάμεθα
τῶι ιγ ἔτει περὶ τὴν κώμην καμήλων
ὀκτὼ καὶ πώλου α διεφθάρησαν
κάμηλοι β, τὰς δὲ λοιπὰς νῦν
τελείας καμήλους ζ ἀπογραφόμεθα
εἰς τὸ ἐνεστὸς ιδ ἔτος καὶ
τοὺς ἐξ ἐπιγονῆς αὐτῶν
νυνὶ γενομένους πώλους δύο
ἐπὶ τῆς Σοκνοπαίου Νήσου.
ἀπεγράφησαν παρὰ Ἡρακλείδῃ κάμηλοι ζ.
Μεχὶρ ε. παρὰ βασιλικῷ ὁμοίως
κάμηλοι ζ Μεχεὶρ ε.
Μάρων ἀποδεδειγμένος γυμνασίαρχος ἐξηριθμήθη· κάμηλοι ζ
πῶλοι β.
παρὰ βασιλικῷ ὁμοίως ὡς πρόκειται.
Διονύσιος ἐξαριθμητὴς διὰ Λουκίου
βοηθοῦ· ἐξηριθμήθη συμφώνως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.