no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9239.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ια τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ
Ἁθὺρ δ Αὐρήλιοι Ἀγαθὸς Δαίμων γυμνασιαρχήσας καὶ Ἀθανάσιος γυμνασιαρχήσας καὶ
Σαραπάμμων καὶ Κοπρῆς οἱ δύο γυμνασιαρχήσαντες εἰς χώραν ἑνὸς καὶ Σουχάμμων κοσμητεύσας δεκάπρωτοι β καὶ γ τοπαρχιῶν Ἡρακλίδου μερίδος μεμετρήμεθα ἐν θησαυρῷ κώμης Ψενύρεως
ἀπὸ γενήματος τοῦ διεληλυθότος ι ἔτους μέτρῳ δημοσίῳ ξεστῷ
σκυτάλης ἐπικειμένοις ὑπὲρ κατοίκων κώμης Ψενύρεως
ὀνόματος Αὐρηλίου Ταμείου εὐθηνιαρχήσαντος διὰ Δίου τοῦ πρου
δημοσίου γεωργοῦ πυροῦ ἀρτάβας εἴκοσι, γίνονται πυροῦ κ.
Αὐρήλιος Ἀγαθὸς Δαίμων γυμνασιαρχήσας βουλευτὴς σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.