no image
DDbDP-text
Ein Rekrutentransport nach Antiochia via HGV-meta
Linked by Trismegistos ID
TM 23487.
Each record below describes this same artifact or text from a different angle.
Γάϊος Οὐαλέριος Εὐσέβιος ῥιπαρίοις κατὰ πόλιν ἀπὸ Θηβαΐδος ἕως Ἀντιοχίας. τοὺς νεολέκτους τοὺς ἀποστελλομένους ἐκ τῆς Αἰγυπτιακῆς διοικήσεως παρὰ τῶν τὴν εἴσπραξιν ποιουμένων ὑποδεξάμενοι κατὰ διαδοχὴν εἰς τὴν Ἀντιοχέων ἰδίῳ κινδύνῳ παραπέμψατε ἐκεῖνο γιγνώσκοντεςγινώσκοντες ὡς εἴ τις διαφύγοι τούτων, οὐκ ἀτιμώρητος ἀπελεύσεται ἐκεῖνος, οὗ παρὰ τὴν ἀμέλειαν φαίνεται ἀποδράς. ἀναγκασθήσεται δὲ αὐτόν τε ἐκεῖνον ἢ ἀντʼ ἐκείνου ἕτερον παραστῆσαι μετὰ τοῦ καὶ δίκην τὴν ὑπὲρ τῆς ἀμελείαςἀμελίας ὑποσχεῖν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.