no image
DDbDP-text
Δάμων Ἡρακλεώτης τῶν τῆς ε ἱππαρχίας ἑκατοντάρουρος ὁμολογεῖ ἔχειν παρὰ Διοδώρας τῆς Ἀσκληπιά δου Πελλαίας μετὰ κυρίου τοῦ αὐτῆς υἱοῦ Δημητρί ου τοῦ Σατύρου Ἀλεξανδρέως τῆς ἐπιγονῆς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον Περσείδην φερνὴν αὐτῆς Διοδώρας χαλκοῦ δραχμὰς χιλίας. θέσθω δὲ Δάμων Διοδώραι συγγραφὴν συνοικεσίου εἰς τὸ δημόσιον γάμος ὕσ τερ ἐν ἡμέραις τριά κοντα. τὰ δʼ ἐσόμενα ἀνηλώματα εἰς τὴν τοῦ συν οικεσίου συγγραφὴν δότωσαν κοινῆι. τῆς ἐπιγονῆς. συγγραφοφύλαξ Κράτης Διονυσοδώρου Φιλαδέλφειος τῶν Στωνος ξεναγὸς κληροῦχος. ἦν Δάμων ὡς ἐτῶν εὐμεγέθης μελίχρως οὐλὴ μέσωι μετώπωι πς. Διοδώρα ὡς ἐτῶν μϛ μέση λευκόχρως στρογγυλοπρόσωπος οὐλὴ μέσωι μετώπωι ὑπὸ τρίχα φακὸς ἐπὶ μήλωι δεξιῶι. Δημήτριος ὡς ἐτῶν κ μέσος μελίχρως εὐθύρριν οὐλὴ ὑπο γενείωι. Ἡγητορίδης ὡς ἐτῶν κβ μέσος μελίχρως οὐλὴ ἐπὶ μήλωι ἀριστερῶι. Κράτης ὡς ἐτῶν π μέσος μελίχρως οὐλὴ μετώπωι ἐκἐγ δεξιῶν ἐγράφη ἔτους ιϛ Ὑπερβερεταίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.