no image
DDbDP-text
[r]
[… ? lines lost …]
…
ὁμολογῶ ἐσχηκέναι με
παρὰ σοῦ διὰ χειρὸς εἰς ἰδίαν
μου χρείαν χρυσίου νομισμάτιον ἓν
παρὰ κεράτια ἑπτὰ ἥμισυ
χρυσίου νομισμάτιον α παρὰ κεράτια ζ ἥμισυ κεφαλαίου
ἐπὶ τῷ με χορηγῆσαί σοι
λόγῳ τόκου αὐτοῦ ἐνιαυσίως
ἀπὸ δεκάτης τοῦ εἰσιόντος
μηνὸς Χοιὰκ τῆς παρούσης
ἐνάτης ἰνδικτίωνος κέρματος μυριάδας πεντακοσίας εἴκοσι
πέντε δηναρίων μυριάδες φκε τὴν δὲ
τούτου ἀπόδοσίν σοι ποιήσομαι ὁπόταν βουληθῇς
ἀνυπερθέτως ἐξ ὑπαρχόντων μου πάντων καὶ ἐπερωτηθεὶς
ὡμολόγησα Αὐρήλιος Ἐνὼχ υἱὸς ᾈουλίου
ὁ προκείμενος συμφωνεῖ μοι
τὸ γραμμάτιον ὡς πρόκειται Αὐρήλιος
Νειλάμμων Γεροντίου ἔγραψα ὑπὲρ αὐτοῦ
παρόντος ἀγραμμάτου ὄντος
† di emu Hlia δι’ ἐμοῦ Ἠλία
[v]
† χειρόγραφον Αὐρηλίου Ἐνὼχ χρυσίου νομισματίου α παρὰ κεράτια ζ ἥμισυ εἰς Αὐρήλιον Ηλ…ειωνα…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.