no image
DDbDP-text
Lettre de bienvenue au procurateur impérial Aurélios Ploution via HGV-meta
Linked by Trismegistos ID
TM 18713.
Each record below describes this same artifact or text from a different angle.
[column i]
Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ σεμνοτάτης καὶ λαμπροτάτης οἱ
ἄρχοντες καὶ ἡ βουλὴ Αὐρηλίῳ Πλουτίωνι τῷ κρατίστῳ καὶ ἀπὸ Μουσείου χαίρειν·
καὶ ἔτι μὲν διατρίβοντός σου ἐπὶ τῆς βασιλευούσης Ῥώμης, ἔνθα
τὰ μέγιστα κατορθώματα κατώρθωσας τῇ πατρίδι παρὰ τῇ οὐρανίᾳ
τύχῃ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ, μία αὕτη ἡμῖν εὐχὴ
ὑπελείπετο, εἰς τὴν οἰκίαν σε ἐπανιέναι· κατὰ γὰρ τὸν ἀρχαῖον
λόγον εἰς ὄμματʼ εὔνου ἀνδρὸς ἐμβλέπειν γλυκύ· τοῦ δὲ πατρῴου ἡμῶν θεοῦ
τρισμεγίστου Ἑρμοῦ ὃς παρίσταταί σοι πανταχοῦ συναραμένου πρὸς τὴν ἐπάνοδον ὥστε καὶ γαληνὸν ἔχειν τὸ πέλαγος κατὰ πᾶν στοιχεῖον […]ιαμα τῆς λαμπροτάτης Ἀλεξανδρείας
[…]ι ἔτι πλέον δριμυτέρῳ κατέσχε
[…] σε ἀπολαμβάνειν το[…]αι[…]ν
[…]ν γνησι […]γαρ…[…]…υ…[…]λ
[…]μοις πο[…]νο[…]τη[…]
[…]νιοντ[…]οθ[…]
[column ii]
[…] βουλευταῖς […]
δ[…]τεφιστα[…]
δια[…]ερον θ[…]α[…]
κατ[…]αν σου ἀπελ[…]
καὶ πανηγύρεις ἃς ἀναν[…]
τα σοὶ εὐτυχῶς ἐπὶ βάθροις […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.