no image
DDbDP-text
Sale of Wine on Credit via HGV-meta
Linked by Trismegistos ID
TM 16035.
Each record below describes this same artifact or text from a different angle.
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαουίου Νέου Λέοντος τοῦ αἰωνίου Αὐγούστου τὸ α Τῦβι λ τῆς εὐτυ χοῦς τρεισκαιδεκάτηςτρισκαιδεκάτης ἰνδικτίονος ἐν Ἡρακλέους πόλει. Φλαουίῳ Ὀλυμπίῳ τῳ λαμπροτάτῳ καὶ περιβλέπτῳ κόμετι τοῦ θείου κονσιστωρίου γεουχοῦντι ἐν τῷ Ἡρακλεοπολίτῃ διὰ Ἰουλίου Ἀνουβίωνος ὑμετέρου οἰνοπράτου Αὐρήλιος Ἰωνᾶς Σκὶμ υἱὸς Ἰωάννουιαβῆνις ἀπὸ τῆς αὐτῆς πό λεως ἁλιεὺς μεγάλωνλων χαίρειν. ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφα λείας ἔχειν παρʼ ἐμαυτῷ καὶ ἐποφείλεινἐποφίλειν σοι ὑπὲρ τιμῆς οὗ ἐώνημαι παρὰ σοῦ οἴνου δοκιμασθέντος παρʼ ἐμοὶ ὃν καὶ ἀπηνεγκάμην εἰς τὸ ἴδιόν μου χρυσοῦ νόμισμα δόκιμον ἁπλουν ἓν παρὰ κεράτια τρία κεφαλαίου δημοσίῳ ζυγῷ, γίνεται χρυσοῦ νόμισμα α παρὰ κεράτια γ κεφαλαίου ὅπερ καὶ ἀποδώσω σοι καλῇ πίστει τῷ ἐπιόντι μηνὶ Μεχεὶρ τῆς αὐτῆς τρεισκαιδεκάτηςτρισκαιδεκάτης ἰνδικτίονος χωρὶς ὑπερθέσεως καὶ ἀντιλογίας καὶ οὐκ ἔξεσται κοι λαίνειν τὴν προθεσμίαν περὶ τὴν ἀπόδοσιν ὑποκειμένων εἰς τοῦτο πάντων μου τῶν ὑπαρχόντων. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωνᾶς Σκίμ φιλικὸν Ἰωνᾶ Σκὶμ ἁλιέωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.