Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
cpr.6.6
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Θεοδοσίου τοῦ αἰωνίου Αὐγούστου τὸ ιϛ καὶ Φλαουίου Φαύστου τοῦ λαμπροτάτου Ἐπεὶφ ιδ η ἰνδικτίονος. Φλαουίῳ Σαραποδώρῳ τῷ καθοσιωμένῳ μαγιστριανῷ τῶν θείων ὀφφικίων ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Κορνηλίου Πινουτίωνος ἑξῆς ὑπογράφοντος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἐπειδὴ πέπρακα τῇ σῇ ἀρετῇ ἀρούρας ὀκτὼ διακειμένας ἐν τῷ ἀπηλιώτῃ ἐν τῷ πατρώῳ μου γεωργίῳ ὑπὸ ΤαυρῖνουΤαυρινον Σοίτος πρεσβυτέρουπρεσβυτερον καθολικῆς ἐκκλησίας ἀπὸ κώμης Θραγῆ καὶ τούτων τελέσματα μετήνεγκας εἰς σεαυτὸν κατὰ τὴν δύναμιν τῆς γενομένης εἴςεἰ σε παρʼ ἐμοῦ πράσεως καὶ πληρω θεὶς τοῦ τελείου τιμήματος παραδέδωκά σοι τὴν νομὴν τῶν αὐτῶν ἀρουρῶν μετὰ τοῦ αἱροῦντος αὐταῖς μέρους τοῦ ἐκεῖσε λάκκου καὶ ἐνεμήθης σωματικῶς τηρετετω δικαίῳ. διὰ τοῦτο καὶ ταύτην σοι τίθημι τὴν διάλυσιν διʼ ἧς ὁμολογῶ ἐπομνύμενος τόν τε παντο κράτορα Θεὸν καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν Φλαουίου Θεοδοσίου Φλαουίου Οὐαλεντινιανοῦ τῶν αἰωνίων Αὐγούστων μηδένα λόγον ἔχειν πρός σε τοῦ λοιποῦ περὶ τῶν αὐτῶν ἀρουρῶν μήτε περὶ νομῆς μήτε περὶ δεσποτείαςδεσποτίας μήτε περὶ ἄλλου τιμήματος μήτε περὶ συντελείας ἢ προτελείας μήτε περὶ ἐκφορίων τοῦ φθάσαντος χρόνου μήτε περὶ οἱασδήποτε προφάσεως τῶν αὐτῶν ἕνεκεν ἀρουρῶν διὰ τὸ καὶ πεπληρῶσθαί με τῆς τελείας τιμῆς καὶ εἰς σεαυτὸν μετατεθεῖσθαι τὰ τούτων τελέσματα καθὼς προεῖπον καὶ ἐσβέσθαι μοι πάσαν πρόφασιν καὶ ἀμφισβήτησιν πρός σε καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ πρὸς σὴν ἀσφάλειαν ταύτην ἐθέμην σοι τὴν διάλυσιν κυρίαν οὖσαν καὶ βεβαιῶ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Κορνήλιος Πινουτίωνος ὁ προκείμενος ἐθέμην τὴν διάλυσιν καὶ εὐδοκῶ καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται καὶ ἀπέλυσα καὶ ἔστιν μου ἰδιόγραφον ὁλόκληρον Αὐρήλιος Ἑρμόφιλος Πινουτίωνος βουλευτὴς Ἑρμοῦ πόλεως παρήμην καὶ μαρτυρῶ τῇ διαλύσει. Αὐρήλιος Ὡρίων Ἀπολῶτος βουλευτὴς Ἑρμοῦ πόλεως παρήμην καὶ μαρτυρῶ τῇδῇ διαλύσει. Αὐρήλιος Πόλλων Ἑρμοῦ διαστολεὺς ἀπὸ Ἑρμοῦ πόλεως παρήμην καὶ μαρτυρῶ τῇ διαλύσει.About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.