Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
jur.pap.36
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεύοντος βασιλέων Ἀρσάκου Εὐεργέτου Δικαίου Ἐπιφα νοῦς καὶ Φιλέλληνος καὶ βασιλισσῶν Σιάκης τε τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικὸς καὶ Ἀρυαζάτης τῆς ἐπικαλουμένης Αὐτομὰ τῆς ἐκἐγ βασιλέως μεγάλου Τιγράνου καὶ γυναικὸς αὐτοῦ καὶ Ἀζάτης τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικός, ἔτους εκσ μηνὸς Ἀπελλαίου ἐν ὑπαρχείᾳ Βαισείροις πρὸς σταθμῷ Βαιθαβάρ τοις ἐν κώμῃ Κωπάνει ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρων. ἐξω μολογήσατο καὶ συνεγράψατο Βαράκης καὶ Σωβήνης οἱ τοῦ Μαι φόρρου υἱοὶ εἰληφέναι παρὰ Γαθάκου τοῦ Οἰπάτου ἀργυρίου ἐπισή μου δραχμὰς τριάκοντα τειμὴν ἀμπέλου τῆς οὔσης ἐν κώμῃ Κωπάνει τῆςτὴν ἐπονομαζομένηςἐπονομαζομένην Δαδβακανρὰς τὸ ἴδιον μέ ρος τὸ ἐπιβάλλον αὐτῷ μέρος παρὰ τῶν συνκλήρων μετὰ ὕδατος καὶ ἀκροδρύοις καρποφόροις τε καὶ ἀκάρποις καὶ εἰσόδῳ καὶ ἐξόδῳ καὶ τοῖς συνκύρουσιν εἰς αὐτὴν πᾶσιν. ἔστω τὸ ἓν μέρος Βαράκει καὶ τὸ ἓν μέρος Γαθάκει, ἐφ' ᾧ παραλαβὼν ὁ δηλούμενος Γαθάκης ἕξει τὴν ἀργυρώνητον ἄμπελον εἰς τὸν ἅπαντα χρόνον, αὐτός τε καὶ τὰ ἔγγονα αὐτοῦ, τελοῦντεςτελῶντες κατ’ ἐνιαυτὸν κοινῇ τὰ γεγραμμένα ἐν τῇ παλαιᾷ συνγραφῇ πάντα ἀπὸ πλήρους. καὶ μὴ ἐξέστω τῷ Βαρά κει μηδὲ τῷ ἀδελφῷ αὐτοῦ μηδὲ τοῖς ἐγγόνοις αὐτῶν μηδὲ ἄλ λῷ μηθενὶ ὑπὲρ αὐτῶν ἐγβαλεῖν τὸν Γαθάκην ἐκ τῆς ἀργυρωνή του ἀμπέλου, μήτε αὐτὸν μηδὲ τὰ ἔγγονα αὐτοῦ. ὃς ἂν δὲ ἐγβάλῃ ἢ ἄλλου ἐγβαλλομένου μὴ καταστὰς διεξάξῇ καὶ μὴ καθα ρὰ ποιήσῃ, ἔσται ἄκυρος καὶ προσαποτείσει ἣν ἔλαβεν τιμὴντει μὴν διπλῆν καὶ ἄλλας ἐπιτίμουἐπιτείμου δραχμὰς σ καὶ τῷ βασιλεῖ τὰς ἴσας. ἐὰν δὲ καὶ ὁ Γαθάκης ὀλιγωρήσῃ τὴν ἄμπελον καὶ μὴ ποι ήσῃ αὐτὴν ἀνέπαφον, ἀποτειννυέτω τὸ αὐτὸ ἐπίτιμονἐπίτειμον. καὶ τὸ ὕδωρ παρὰ ὀγδόην ἡμέρας τὸ ἥμισυ καὶ τῆς ἐπαγωγῆς νυκτὸς τὸ ἥμισυ. μάρτυρες Χοσστρόης Ὀρκαδάτου, Ἀπάκης Ὑστοβώγου, Μειριδάτης Ὀχοβάγου. καὶ κρεῶν λε, ελος α, ἄρτων καθαρῶν ν, βοῦς η, οἴνου κοτύλας β καὶ ἐνβάθρου δραχμὴν α. βασιλεύοντος βασιλέων Ἀρσάκου Εὐεργέτου Δικαίου Ἐπιφανοῦς καὶ Φιλέλληνος καὶ βασιλισσῶν Σιάκης τε τῆς ὁμοπα τρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικὸς καὶ Ἀρυαζάτης τῆς ἐπικαλου μένης Αὐτομὰ τῆς ἐκἐγ βασιλέως μεγάλου Τιγράνου καὶ γυναικὸς καὶ Ἀζάτης τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικός, ἔτους εκσ μηνὸς Ἀπελλαίου ἐν ὑπαρχείᾳ Βαισείροις πρὸς σταθμῷ Βαι θαβάρτοις ἐν κώμῃ Κωπάνει ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρων. ἐξωμολογήσατο καὶ συνεγράψατο Βαράκης καὶ Σωβήνης οἱ τοῦ Μαιφόρρου υἱοὶ εἰληφέναι παρὰ Γαθάκου τοῦ Οἰπάτου υἱοῦ ἀργυρίου ἐπισήμου δραχμὰς τεσσαράκοντατριάκοντα τιμὴντει μὴν ἀμπέλου τῆς οὔσης ἐν κώμῃ Κωπάνει τῆςτὴν ἐπονομαζομένηςἐπονομαζο μένην Γανζακὴν τὸ ἴδιον μέρος τὸ ἐπιβάλλον αὐτῷ τὸ ἴδιον μετὰ ἀκροδρύοις καρποφόροις τε καὶ ἀκάρποις καὶ εἰσό δῳ καὶ ἐξόδῳ καὶ τοῖς συνκύρουσιν εἰς αὐτὸν πᾶσιν, τὸ ἥμι συ Βαράκει καὶ τὸ ἥμισυ Γαθάκει, ἐφ' ᾧ παραλαβὼν ὁ δηλού μενος Γαθάκης ἕξει εἰς τὸν ἅπαντα χρόνον, αὐτός τε καὶ τὰ ἔγγονα αὐτοῦ εἰς τὸν ἅπαντα χρόνον, τελοῦντεςτελῶντες κατ’ ἐνιαυ τὸν τῶν γινομένων ἐν τῇ συνγραφῇ πάντα ἀπὸ πλήρους κοινῇ , καὶ μὴ ἐξέστω τῷ Βαράκει μηδὲ τοῖς ἐγγόνοις αὐ τοῦ, μηδὲ τῷ ἀδελφῷ μηδὲ τῷ μεταλαμβάνοντι τὴν ἄμ πελον παρ’ αὐτῶν ἐγβαλεῖν μηδὲ τὸν Γαθάκην, μηδὲ τὰ ἔγγονα αὐτοῦ. ὃς ἂν δὲ ἐγβάλῃ ἢ ἄλλου ἐγβαλλομένου μὴ καταστὰς διεξάξῃ καὶ μὴ καθαρὰ ποιήσῃ, ἔσται ἄκυρος καὶ προσαποτείσει ἣν ἔλαβεν τειμὴν διπλῆν καὶ ἄλλας ἐπιτίμουἐ πιτείμου δραχμὰς σ καὶ τῷ βασιλεῖ τὰς ἴσας. ὁμοίως δὲ καὶ ἐὰν ὁ Γαθάκης ὀλιγωρήσῃ τὴν ἄμπελον καὶ μὴ ποιή σῃ αὐτὴν ἀνέπαφον, ἀποτείσει τὸ αὐτὸ ἐπίτιμονἐπίτειμον. ἕξει δὲ καὶ τὸ ὕδωρ τὸ ἐπιβάλλον αὐτῷ μέρος μετὰ τῶν συνκλήρων. ἔγγυον δὲ καὶ συνέγδοτον κατέστησεν Βαράκης καὶ Σωβήνης Χοσστρόην καὶ Ἀπάκην. μάρτυρες Δηνόβαζος Ορο, Μειριδατης Ὀχοβάγου, Φραάτης Συκυνήματος, Μαρζυ ρης. δώσει δὲ καὶ ὁ Γαθάκης τῷ Βαράκει ἐνβάθρου δραχμὴν α, κρεῶν εκ ἄρτων καθαρῶν ν, οἴνου κοτύλας β κκε, βους η δώσει δὲ καὶ Βαράκης Γαθάκει ἀπὸ ληνοῦ τὸ κα ρύμα καὶ απόρρυμα καὶ ινδα κνζην καὶ στέμφυλα ἀγέμιστα.Cross-references (3)
- TM-Text 70352 primary
- DDbDP-Text jur.pap;;36 tier-1
- HGV-Text 70352 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.