no image
DDbDP-text
μέτρημα θησαυροῦ μητροπόλεως γενήματος ιγ ἔτους Ἁθὺρ κα
τοῦ ιδ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ὑπὲρ
Χάρακος ὀνόματος Καμήτιος Φαμίνιος Καμήτιος πυροῦ ἀρτάβης
ἕκτον κδ γίνεται πυροῦ ἀρτάβης ϛ κδ. ἄλλο πυροῦ ἀρτάβης τέταρτον
κδ γίνεται πυροῦ ἀρτάβης δ κδ γίνεται πυροῦ ἀρτάβης 𐅵 ἀκολούθως τῇ γενομένῃ παραγραφῇ
ὑπὸ τοῦ τοῦ νομοῦ βασιλικοῦ γραμματέως ε…μου
ἀπὸ τῆς πόλεως καὶ τοῦ νομοῦ καὶ ἐπιστολῇ
Φροντηρίου Σεπτιμίου τοῦ κρατίστου ἐπιστρατηγοῦ.
Παμώνθης σεσημείωμαι πυροῦ ἀρτάβης 𐅵.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.