no image
DDbDP-text
[… ? lines lost …]
[…]… καὶ βαλανευτικοῦ τοῦ αὐτοῦ ἔτους
ῥυπαρὰς δραχμὰς τρεῖς γίνονται δραχμαὶ γ καὶ ὑπὲρ σκοπέλων καὶ φυλάκων τοῦ αὐτοῦ ἔτους
ῥυπαρὰν δραχμὴν μίαν ὀβολοὺς δ καὶ ὑπὲρ διπλῶν ὀβολοὺς τρεῖς καὶ ὀνόματος
Εὐτύχου οἰκογένους δούλου Ἀσκλᾶτος διὰ τῶν αὐτῶν αἳ διὰ τῆς αὐτῆς
ἔσχον ὑπὲρ σκοπέλων καὶ φυλάκων ιε ἔτους ῥυπαρὰν δραχμὴν μίαν ὀβολοὺς δ καὶ ὑπὲρ διπλῶν τριώβολον
καὶ ὀνόματος Ἐπαγάθου φαιοῦ δούλου τοῦ αὐτοῦ διὰ τῆς αὐτῆς σκοπέλων καὶ φυλάκων
δραχμὴν μίαν ὀβολοὺς δ καὶ ὑπὲρ διπλῶν τριώβολον καὶ ὀνόματος Ἐπαφροδίτου
φαιοῦ δούλου τοῦ αὐτοῦ διὰ τῆς αὐτῆς σκοπέλων καὶ φυλάκων δραχμὴν μίαν ὀβολοὺς δ
καὶ ὑπὲρ διπλῶν τριώβολον. ἔτους ιγ Ἀντωνίνου Καίσαρος
τοῦ κυρίου Παῦνι ια.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.