no image
DDbDP-text
Μάξιμος Τιναρσιεγέτι τῇ ἀδελφῇ πλεῖστα
χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν·
ἐὰν ἔλθῃς εἰς τὰς ἡμέρας σου τοῦ τεκεῖν, γράψον μοι
ἵνα εἰσέλθω καὶ τὴν λοχίαν σου ποιήσω, ἐπεὶ οὐκ οἶδά σου τὸν μῆνα. χάριν τούτου προέγραψά σοι, ἵνα
καὶ σὺ προλάβῃς καὶ γράψῃς μοι ἵνα εἰσέλθω ἐν
τῷ πλοίῳ τῶν κιβαρίων ἵνα καὶ ἐγὼ μείνω ἐχόνομά
σου καὶ τὴν λοχίαν σου ποιήσω. σοὶ γὰρ προσέχω ὅτι
ἐχόνομά σου μενῶ τεκεῖν. ἐὰν μὴ πέμψῃς ἐπʼ ἐμὲ οὐ χάριτάν μοι ποιεῖς. ἔμελλόν σοι πέμψαι
ἀγγεῖα εἰς τὴν λοχίαν σου· χάριν τούτου οὐκ ἀπέστειλα
ἵνα εἰσερχόμενος ἐνέγκω καὶ δύο μάτια θερμίων.
ὁ φέρων σοι τὸ ὄστρακον συστρέφει …[…] πρὸς ἐμέ. διὰ αὐτοῦ
μὴ ἀμελήσῃς γράψαι περὶ τῆς κατʼ οἰκίας ἀπογραφῆς. ἐφώνησάν σου τὸ ὄνομα καὶ οὐ
προσεφώνησαν. ἔγραψα οὖν τῷ ἀδελφῷ σου ἄνω
ἵνα καὶ τὸ ὄνομά σου προσδῷ σινεσωειστην.
ἀσπαζόμεθά σε καὶ Καλλέαν καὶ τοὺς
ἐν οἴκῳ πάντας κατʼ ὄνομα. πέμψον μοι
φύλλα ὡς εἰς σφυρίδιον καὶ ποιήσω σοι
αὐτὸ ἐπὶ ου[…]ιωδω.
ἐρρῶσθαί σε εὔχομαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.