no image
DDbDP-text
Linked by Trismegistos ID
TM 88678.
Each record below describes this same artifact or text from a different angle.
[column i]
ἀντίγραφον διπλώματος·
ἐπάρχοις, ἑκατοντάρχαις, δεκαδάρχαις, δουπλικαρίοις, κουράτορσι πραισιδίων ὁδοῦ Μυσόρμου Κάσσιος
Οὐίκτωρ ἑκατοντάρχης σπείρης δευτέρας Ἰτουραίων
χαίρειν· ἀντίγραφον διπλώματος πεμφθέντος μοι εἰς Παρεμβο
-λὴν τῇ ιθ τοῦ ἐνεστῶτος μηνὸς
Φαμενωτ ὑπὸ Ἀντωνίου Κέλερος
ἱππέως ἑκατονταρχίας Πρόκλου ειαλειησοντος
[…] πραισιδίῳ Πατκουᾳ ὑπέταξα ἵνʼ εἰδῆτε
[…]εις ὑμῖν ἐπήρειά τις γένηται. ἔτους β Αὐτοκράτορος Τραιανοῦ Ἁδριανοῦ
Σεβαστοῦ Φαμενωτ ιθ. ἀντίγραφον
διπλώματος· Κασσίῳ Βίκτορι ἑκατοντάρχῃ σπείρης
δευτέρας Ἰτουραίων Ἀντώνιος Κέλερ
ἱππεὺς σπείρης τῆς αὐτῆς χαίρειν· γινώ
-σκειν σε θέλω τῇ ιζ τοῦ ἐνεστῶτος μηνὸς Φαμενωτ
βαρβάρους ξ ἐπεληλυθέναι τῷ πραισιδίῳ
Πατκουα μεθʼ ὧν ἐπύκτευσα μετὰ τῶν σὺν
ἐμοὶ συστρατιωτῶν ἀπὸ ὥρας ι ἄχρι ὥρας
δευτέρας τῆς νυκτός· οἳ καὶ παρακαθίσαντες
τῷ πραισιδίῳ μέχρι πρωΐας· ἐσφάγη δὲ αὐτῇ τῇ
ἡμέρᾳ ἑκατονταρχίας Σερήνου Ἑρμογένης στρατιώτης,
ἡρπάγη δὲ γυνὴ μετὰ καὶ παιδίων δύο καὶ ἓν
παιδίον ἐσφάγη· πρωΐας δὲ γεναμένης τῇ ιη …[…]
τοῦ μηνὸς, ἐπυκτεύσαμεν πρὸς αὐτοὺς καὶ […]
Δαμαναις ἱππεὺς ἑκατονταρχίας Οὐίκτορος σοῦ καὶ ὁ ἵππος· ἐπλή
γη δὲ καὶ Οὐαλέριος Φειρμ[…]…ατω……
σὺν καὶ τῷ ἵππῳ αὑτοῦ …ερ…[…]
ἑκατονταρχίας Προκλιανῆς επτα…υσ…[…]
τῆς ὥρας ϛ τῆς ἡμέρας […]
… βαρβάρων …[…]
…σασκατωνε[…]δεδωκ[…]…[…]
εἰς τὸ πραισίδιον …[…] ἐπήρεια […]
γένηται …[…]…εων […]
καὶ ενε…[…]Τραιανοῦ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου
Φαμενωτ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.