no image
DDbDP-text
[side convex]
Μένανδρος Γαλλωνίαι
τῇ θυγατρί χαίρειν.
τὸ προσκύνημά σου, τέκνον, ποιῶ παρὰ πᾶσι τοῖς
θεοῖς. τί με, τέκνον, μέμφῃ
ὅτι οὐκ ἔγραψά σοι ἐπιστολήν; τίνα…ινας; εἶπον ὅτι
δυσωποῦμαι μηδὲν ἔχων πέμψαι σοι. γράφεις … μετὰ γὰρ τοὺς
θεοὺς οὐδένα ἡμεῖς ἔχομεν εἰ μὴ σὲ.
εἰ ἴσχυον ἐληλυθ…ν ἂν παρὰ
σέ. νῦν δεῖν οὐκ οἰκίαν οὐδὲ
βλέπειν μητέρα σου. μήτηρ
ἐστὶ Διδύμη καὶ Κάππαρις δεύτερος πατήρ.
μὴ οὖν, τέκνον, ἀγωνία ὡς παρὰ
ξένους.
[side concave]
ἐὰν δύνῃ, τέκνον,
ἐκεῖ ἡμιαρτάβιον
σíτου ἀγοράσαι καὶ ἀρτίδια ἡμῖν ποιῆσαι
ἐκεῖ, καλῶς ποιήσεις,
τέκνον. ἀσπάζου τὸν
κουράτορα πολλά. ἀσπάζου Διδύμην καὶ Κάππαριν καὶ Βαρβαρίωνα καὶ Μοῦσαν καὶ πάντας τοὺς ἐν τῷ πραισιδίῳ.
ἔρρωσο.
ἐρεῖς Βαρβαρᾶτι εἰς τρίτην σοι πέμψω
τὴν ἀκόνην.
[… 1 line lost …]
… ἔρρωσο.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.