no image
DDbDP-text
Ἀπολλῶς Πρίσκῳ τῷ ἀδελφῷ
χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· ἐκομισάμην τρεῖς κολλούρας παρὰ […]
χωρὶς ἐπιστολῆς· λοιπὸν …[…] αὐτὰ ἕως γράφεις μοι τὴν ἀντιφώνησιν
τίνι αὐτὰ δώσω· κόμισαι παρ’ αὐτοῦ
δέσμην συρμαδίων καὶ ἔπεμψά σοι μετὰ Ἀριανοῦ κονδούκτορος ἄλλην δέσμην σευτλίων· ἀσπάζεταί σε Οὐαλεριανὸς καὶ Λογγῖνος . Οὐαλέρις
Δομιτίῳ καὶ Πρίσκῳ τοῖς ἀμφοτέροις χαίρειν· κομίσετε δύο
δέσμας λαχανίων, Πρίσκος δέσμην
σευτλίων, Δομίτις δέσμην
συρμαδίων· ἀσπάζεται ὑμᾶς
Χαιρήμων.
ἐρρῶσθαι ὑμᾶς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.