no image
DDbDP-text
Ἰσχυρᾶς Παραβόλῳ
χαίρειν.
πρὸ πάντων τὸ προςκύνημά σου ποιῶ
παρὰ τοῖς θεοῖς πᾶσι.
γράφεις μοι περὶ δελφακίου· ἐμέλησέ μοι
διαλέξαι σοι τὸ κάλλιον·
λοιπὸν πῶς αὐτό σοι
ἐπιθῶ οὐκ οἶδα· ἂν
θέλῃς, ἐρώτησόν τινα καὶ ἀρεῖ σοι αὐτό·
περὶ δὲ τοῦ χαλκοῦ τοῦ σίτου
γράψον μοι
πόσον σοι
πέμψω
ἢ ὅτι ἂν
ἔρχηται
Ζωσίμη,
οἴσει
ἐρχομένη μετὰ τῆς πορείας· ἂν δὲ
ἄρτι θέλῃς, γράψον πόσον καὶ πέ μψω σοι· κόμισαι τ…σσα[…]
…κ…ους β̅ καὶ μελησάτω σοι περὶ ἄρτων ε καὶ
γραμ… περὶ τῶν ἐργυφίων …η…[…]…
[… 1 line lost …]
[…]…[…]
[…] ἔρρωσο. […]
ἀσπάζου πάντας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.