p.kron.53
ἔτους ιη Τραιανοῦ Ἀρίστου Σεβαστοῦ τοῦ κυρίου, Ἁθὺρ γ. ἐποίησε ἐπὶ τὴν Ἀπολλωνίου γεγυμνασιαρχηκότος τράπεζαν εἰς τὸν ἑαυτοῦ λόγον, Κρονίων Χεώτου εἰς λόγον ἐνοικίων τοῦ ιζ ἔτους οἰκίας πρότερον Μακεδόνος περὶ Τεβτῦνιν, ὡς φησίν, ἀργυρίου δραχμὰς εἴκοσι ὀκτώ. γίνονται δραχμαὶ κη.