p.gen.4.175
παρὰ Ἀπολλωνίου τοῖς σιππουργοῖς Τααμπεμοῦ χαίρειν. παράσχετε Θωνίῳ Παθατρῆτος διὰ Ἀπολλωνίου πραγματευτοῦ τὰ τελούμενα ὑφ’ ὑμῶν στίππια ὑπὲρ φόρων τὴς ἐνάτης ἰνδικτίονος ἀριθμῷ δεσμιδίων ρν 𐅸, σταθμῷ τῷ συνήθει. ἔτους λ καὶ κ καὶ ιβ καὶ γ Θὼθ ἐσημειωσάμην.