p.mil.congr.xviii.pg44
μεμισθώμεθα παρὰ Τρύφωνος τοῦ Τρύφωνος τὸν ὑπάρχοντα αὐτῷ κλῆρον περὶ Φιλοπάτορα τῆς αὐτῆς μερίδος ἱερὰν γῆν Σούχου μεγάλου ἀρουρῶν εἰς ἔτη δύο ἀπὸ τοῦ ἑνδεκάτου ἔτους Καίσαρος καθʼ ἔτος ἐκφορίου ἀρτάβας ἑκάστης ἀρούρας καθεσταμένας εἰς Ἀπιάδα καὶ ἐνγυώμεθα ἀλλήλους εἰς ἔκτισιν