p.cair.masp.3.67310dupl
[r] † πρώην κατὰ φιλικὴν καὶ εἰρηνικὴν διάθεσιν συνηρμοσάμην ἐμαυτὸν τῇ σῇ κοσμιότητι κατʼ ἔκδοσιν νομίμου γάμου, ἐπὶ χρησταῖς ἐλπίσιν εἰ τῷ Θεῷ δόξειεν καὶ γνησίων τέκνων σπορᾷ, καὶ τὴν σὴν σεμνὴν καὶ ἀσφαλῆ παρθενίαν εὑρὼν διηγόρευσα. ὅθεν εἰς ταύτην ἥκω τὴν ἔγγραφον ἀσφαλείαν,…