p.oxy.2.292
[r] Θέων Τυράννωι τῶι τιμιωτάτωι πλεῖστα χαίρειν. Ἡρακλείδης ὁ ἀποδιδούς σοι τὴν ἐπιστολὴν ἐστίν μου ἀδελφός· διὸ παρακαλῶ σε μετὰ πάσης δυνάμεως ἔχειν αὐτὸν συνεσταμένον. ἠρώτησα δέ καὶ Ἑρμίαν τὸν ἀδελφὸν διὰ γραπτοῦ ἀνηγεῖσθαί σοι περὶ τούτου. χαρίσει δέ μοι τὰ μέγιστα ἐάν σου …