p.herm.6
[r] τῶι δεσπότηι μου καὶ ἀδελφῶι Θεοφάνει Βησόδωρος πλεῖστα χαίρειν. ἦν ὡς ἀληθῶς σου πόθος τις καὶ πολὺς ἐνκείμενος τῆι διανοίαι μου, ἄδελφε κύριε, ὃς τῇ σῆι κατὰ τὴν πόλιν ἑκάστηι ἐπιφανείαι τε καὶ λαμπρότητι τὸ ἀναπίμπλασθαι ἡδονῆς καὶ τῶν βουλομένων τυχεῖν διὰ μόνης τῆς ὄψεως…