bgu.12.2175
κωι ἐπιμέλειαν καὶ καλλιεργίαν καὶ φιλοκαλίαν ἐφʼ ᾧτε τὴν σὴν εὐλάβειαν δέξασθαι ἥμισυ μέρος παντὸς τοῦ ἐκβησομένου καὶ ἀπὸ τοῦ κοινοῦ πίθου οἴνου κνίδια ἑβδομήκοντα τῷ σῷ χαλκῷ καὶ δὴ καὶ ἐμὲ μετὰ τοῦ ὑδροπαρόχου δέξασθαι τὸ ἄλλο ἥμισυ μέρος ἀνθʼ ὧν ποιούμεθα καμάτων· σκάψω δὲ τ…