bgu.2.596
[r] Δίδυμος Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. καλῶς ποιήσεις συνελθὼν Αἰλουρίωνι τῶι κομίζοντί σοι τὸ ἐπιστόλιον, ὅπως εἰς τὴν ἑορτὴν περιστερίδια ἡμῖν ἀγοράσηι, καὶ ἐρωτηθεὶς κατελθὼν συνευωχηθῇς ἡμῖν. τοῦτο οὖν ποιήσας ἔσῃ μοι μεγάλην χάριτα κατατεθειμένος. ἄσπασαι τοὺς σοὺς π…