no image
DDbDP-text
Petition of Aurelia Ataris to Abinnaeus about assault by a debtor. Petition from Aurelia Ataris, daughter of a veteran and landowner at the village of Hermopolis, to Flavius Abinnaeus, commander of the cavalry unit at Dionysias. She complains that when she demanded repayment of a debt, her debtor and others shut her in his house and assaulted her, and she asks that they be arrested and sent to the dux. Dated 29 August 346. machine translation
Linked by Trismegistos ID
TM 10043.
Each record below describes this same artifact or text from a different angle.
Φλαουίῳ Ἀβινναίῳ ἐπάρχῳ εἴλης
στρατιωτῶν κάστρων Διονυσιάδος παρὰ Αὐρηλίας Ἀτᾶρις θυγατρὸς
Μέλανος οὐετρανοῦ γεουχούσης ἐν κώμῃ
Ἑρμοῦ πόλεως. κατὰ τὴν τρίτην ἐπαγομένων, οὐκ οἶδα τίνι λόγῳ καὶ λῃστρικῷ
τρόπῳ χρησάμενοι, πρὸς ὥραν δεκάτην,
ἐμοῦ ἀπαιτοῦντός μου τὸ χρεωστεῖ μου
χρέος, ἀπέκλεισεν με τῇ οἰκίᾳ αὐτοῦ ἅμα
τῷ υἱῷ Ὡρίωνος, τοῦ ὄνομα Ἀπίων,
καὶ ὁ αὐτὸς Πόλʼ ἐπίκλην Ὄβελλος καὶ ἡ
τούτου ἀδελφὴ Κυριακή· καὶ φυγῇ
ἐχρησάμην ἀπὸ τῆς οἰκίας αὐτοῦ.
σαν ἐμαυτὴν πρὸς θάνατον εικλασας
ον ἀνάκειμαι. διὰ αὐτὸ τοῦτο ἀξιῶ καὶ
δέομαί σου τῆς φιλανθρωπίας
ὅπως τούτους συλλαβόμενος παραπέμψῃς πρὸς τὸν κύριόν ἡμῶν
δοῦκα· αὐτοῦ γάρ ἐστιν τοὺςτὰ τοιαῦτα
τολμῶντας ἐκδικεῖν. καὶ τούτου τυχὼν
χάριτά σοι ὁμολογήσω, κύριε. διευτύχει.
Αὐρηλία Ἀτᾶρις ἐπιδέδωκα.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν
Κωνσταντίου τὸ δ καὶ Κώνσταντος
τὸ γ Αὐγούστων, Θὼθ α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.