no image
DDbDP-text
Petition to the Praepositus via HGV-meta
Linked by Trismegistos ID
TM 21706.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Διοκλεῖ πραιποσίτῳ ιβ πάγου νομοῦ Ἑρμοπολείτου παρὰ Αὐρηλίας Θαήσιος Παθερμουθίου ἀπὸ κώμης Πεννη τοῦ ὑπὸ σὲ πάγου. ὁ ὁμο γνήσιός μου ἀδελφὸς σσος συνοικεῖ μοι καὶ μηδεμιᾶς ἀμφισβητήσεωςἀμφιζβητήσεως οὔσης πρὸς ἀλλήλους ἐκἐξ τυχόντωντυκόντων ἐπῆλ θέν μοι μετὰ τῆς συμβίου αὐτοῦ Ῥίας, καὶ κατενεγκόντες εἰς τὸ ἔδαφος πληγαῖς ἱκαναῖς με κατέκοψανκατέκτεινανκατέκτιναν γρόνθοις τε καὶ λακτί σμασιν καθʼ ὅλων τῶν σωμάτων ὡς καὶ ἐπὶ τῶν ὄψεών μου τὰ οἰδήματα φαίνεται, ἡμιθανῆ καταστήσαντες, οὐδὲν ἧττον καὶ τὴν περὶ ἐμὲ ἐσθῆτα περιέσχισανπεριέσχεισαν. ὅθεν οὐ δυναμένη ἀφησυχάσαι γυνὴ ἀσθενὴς καὶ χήρα ἐπιδίδωμι τῇ ἐπιεικείᾳ σου τάδε τὰ βιβλία μου τοσοῦτο μαρτυραμένη καὶ ἀξιοῦσα τῆς παρὰ σοῦ ἐκδικίαςἐκδικείας τυχεῖν. διευτύχει. ὑπατείας Σεργίου καὶ Νιγρινιανοῦ τῶν λαμπροτάτων Φαρμοῦθι ιβ. Αὐρηλία Θαῆσις Παθερμουθίου ἐπιδέδωκα. Φλαούιος Ἀμμώνιος οὐετρανὸς ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.