no image
DDbDP-text
Letter via HGV-meta
Letter to Senouthios about arrested men, donkeys and a sheep register. A Byzantine or early Arab-period letter of instructions to an official named Senouthios, ordering him to hold two arrested men instead of sending them to Babylon, arranging maintenance money and barley for donkeys and their drivers, and demanding a count and register of sheep. It ends with an angry curse over the register. machine translation
Linked by Trismegistos ID
TM 37512.
Each record below describes this same artifact or text from a different angle.
[r]
† τοὺς κρατηθέντας δύο ἀνθρώπους
ἀπὸ τοῦ ἐποικίου Λεισκανάχου μὴ πέμψῃς
εἰς Βαβυλῶνα ἀλλὰ ἀπόκλεισον αὐτοὺς
εἰς τὸν ὅρμον σου καὶ γράψον μοι. τὰ δὲ
γαιδάρια παρασκεύασον δοθῆναι τῷ
πλ[…]τικῳ ὑπὲρ ἀποτροφῆς ἑκάστου
γαιδαρίου τριμήσιν ἓν καὶ ἃς λάβωσιν
οἱ ὀνηλάται μίαν ἀρτάβην κριθῆς ὑπὲρ ἑκάστου
γαιδαρίου ἵνα τὴν μὲν κριθὴν κατὰ
στράταν φάγωσιν τὰ γαιδάρια τὸ δὲ
τριμήσιν δοθῇ λόγῳ
ἀποτροφῆς αὐτοῦ· ἀλλὰ εἷς κρατήσῃ αὐτὰ καὶ δαπανήσῃ ἐξ αὐτῶν λόγῳ αὐτῶν. εἰ δὲ ἔχετε ἀποτροφὰς καὶ κριθὴν κάτω εἰς Βαβυλῶνα
λόγῳ τῆς τοιαύτης ἀποτροφῆς μὴ δώσῃς
τριμήσια μηδὲ κριθήν. ἐὰν δὲ ἐκφρήσῃς
τὰ ἀρρενικὰ πρόβατα γράψον μοι εὐθέως
ὅτι πόσα ἀρρενικά εἰσιν καὶ πόσα θηλικὰ καὶ πέμψον τὴν
καταγραφὴν αὐτῶν, ἵνα
ὁ θεὸς σήψῃ τὴν ψυχήν σου ὡς
διέσηψάς με εἰς τὴν καταγραφὴν ταύτην.
[v]
† τῷ τὰ πάντα ς… τιμαξίῳ Σενουθίῳ …αν…[…]
…[…]… †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.