Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.amh.2.33
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι θεοῖς Φιλομήτορσι χαίρειν Μαρεπάθις Σισούχου καὶ Πατκῶς Ὀννώφριος καὶ Τεσενοῦφις Μάρρεως καὶ Φατρῆς Θοτοῆτος καὶ Ἁρπ Ἀμαράντου βασιλικοὶ γεωργοὶ τῶν ἀπὸ τῆς Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐνεστηκυίαςσυνεστηκυίασ ἡμῖν καταστάσεως ἐπὶ Ζωπύρου τοῦ ἐπιμελητοῦ καὶ Πετε αρψενήσιος τοῦ βασιλικοῦ γραμματέως συνεδρευόντων καὶ τῶν ἐν τῶι προειρημένωι νομῶι τὰ βασιλικὰ καὶ προσο δικὰ καὶ ἰδιωτικὰ κρινόντων χρηματιστῶν ὧν εἰσαγω γεὺς Δεξιὸς πρὸς Τεσενοῦφιν τὸν κωμαρχήσαντα τὴν προειρημένην κώμην ἀφʼ ὧν ἐπιδεδώκαμενἐπιδεδωκειμεν αὐτοῖς ἐνφανισμῶν περί τινων ἀδικημάτων καὶ παραλογειῶν σίτου τε καὶ χαλκοῦ καὶ ἤδη τῶν καθʼ ἡμᾶς εἰσαγομένων πυνθανόμεθα τὸν ἐνκαλούμενον Τεσενοῦφιν μετὰ συνηγό ρων συνκαθίστασθαι, προστεταχότων τῶν προγόνων ὑμῶν διὰ τοῦ ὑποκειμένου προστάγματος τοὺς προσπο ρευομένους συνηγόρους πρὸς τὰς προσοδικὰς κρίσεις ἐπὶ βλάβῃ τῶν προσόδων πρᾶξαι εἰς τὸ βασιλικὸν διπλοῦν τὸ ἐπιδέκατον καὶ τούτοις μηκέτι ἐξεῖναι συνηγορῆσαισυνηγορᾶσαι δεόμεθʼ ὑμῶν τῶν μεγίστων θεῶν εἰ ὑμῖν δοκεῖ ἀποστεῖλαι ἡμῶν τὴν ἔντευξιν ἐπὶ τοὺς αὐτοὺς χρημα τιστὰς ὅπως ἐπὶ τῆς διαλογῆς τῶν ἐντεύξεων συντά ξωσιν τῶι Τεσενούφει μὴ μετὰ συνηγόρου συνκαθίστασθαι. τούτου γὰρ γενομένου οὐθὲν τῶν ὑμῖν συμφερόντων διαπεσεῖται. εὐτυχεῖτε. βασιλεὺς Πτολεμαῖος Ἀπολλωνίωι χαίρειν. ἐπειδή τινες τῶν ὑπογεγραμμένων συνηγόρων προσπορεύονται πρὸς τὰς προσοδικὰς κρίσεις καταβλάπτοντες τὰς προσόδους, σύνταξον ὅπως πραχθῶσι εἰς τὸ βασιλικὸν οἱ συνηγορήσαντες διπλοῦν τὸ ἐπιδέκατον καί τούτοις μηκέτι ἐξέστω συνηγορῆσαισυνηγορᾶσαι περὶ μη θενὸς πράγματος. ἐὰν δέ τις τῶν καταβλαπτόντων τὰς προσόδους ἐλεγχθῆι συνηγορήσας περὶ πράγματός τινος, αὐτόν τε πρὸς ἡμᾶς μετὰ φυλακῆς ἀποστείλατεἐπιστείλατε καὶ τὰ ὑπάρχοντα αὐτοῦ καταχωρίσατε εἰς τὸ βασιλικόν. ἔτους κζ Γορπιαίου ιε.Cross-references (3)
- TM-Text 8669 primary
- DDbDP-Text p.amh;2;33 tier-1
- HGV-Text 8669 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.