Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.amh.2.35

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἀπολλωνίωι τῶν πρώτων φίλων καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ τῶν ἱερέων τοῦ Σοκνοπαίου θεοῦ μεγάλου καὶ Ἴσιος ΝεφορσῆτοςΣνεφορσῆτος θεᾶς μεγίστης καὶ τῶν συννάων θεῶν καὶ βασιλικῶν γεωργῶν τῶν ἐκ τῆς Σοκνοπαίου Νήσου. τῆι ιη τοῦ Ἐπεὶφ τοῦ λη ἔτους καιρο τηρήσας ἡμᾶς ἀσχολουμένους ἐν Κροκοδίλων πόλει Πετεσοῦχος ὁ λεσῶνις τοῦ Σοκνοπαίου θεοῦ μεγάλου καταβὰς εἰς Διονυσιάδα καὶ παρα λογισάμενος τοὺς παρʼ ἡμῶν γεωργοὺς Τεῶν καὶ Στοτοῆτιν ὡς ἀπεσταλ μένος ὑφʼ ἡμῶν ἐπὶ τὴν παράλημ ψινσαραλημψιν τῶνταιν ἐκφορίων ἧς γεωργοῦσι ἱερᾶς γῆς Σοκνοπαίου θεοῦ μεγάλου βιασά μενος αὐτοὺς ἐπὶ τῆς ἅλω μετε νήνοχεν πυροῦ ἀρτάβας σκε ἐπὶ τὴν τοῦ Πααλᾶτος οἰκίαν, ὑπὲρ ὧν ἐντυχόντες σοι ἐπὶ τοῦ Πρεμὶτ τῆι κβ τοῦ αὐτοῦ μηνὸς καὶ προσκαλεσάμενος τὸν Πααλᾶσιν κατεγγεγύηκας τὸν πυρὸν τοῦ Σοκνοπαίου θεοῦ μεγάλου, ὑπὲρ ὧν κεχειρογράφηκεν τὸν βασι λικὸν ὅρκον Πετεσοῦχος ὁ λεσῶνις ὑπὲρ τοῦ μὴ ἐφάψεσθαι τῶν ἐκφορίων τῆς γῆς κατὰ μηδένα τρόπον ἐν τῆιτοις γεγονυίᾳ ἡμῶν πρὸς αὐτὸν συναλλάξει τῆς λεσωνείας τοῦ λη ἔτους καὶ παραβεβη κότος τὰ τῆς χειρογραφίας. ἐπεὶ οὖν σέσωσαι ἐν τῆι ἀρρωστίαι ὑπὸ τοῦ Σοκνοπάϊτος θεοῦ μεγάλου καὶ Ἴσιος Νε φορσῆτοςΣνεφορσῆτος θεᾶς μεγίστης καὶ τῶν συννάων θεῶν ἀξιοῦμεν ἐὰν φαίνηται συν τάξαι καταχωρίσαι ἡμῶν τὸ ὑπόμνημα παρὰ σοὶ ἐν χρηματισμᾷκαταχωρισμῷ πρὸς τὴν ἐσομέ νην ἡμῖν πρὸς τὸν Πετεσοῦχον τὸν λεσῶνιν κατάστασιν ὅπως μὴ ἐξῆι αὐτῶι ἐφάπτεσθαι τοῦ πυροῦ καὶ γράψαι Ἀπολλωνίωι τῶι ἐπιστάτει καταστῆ σαι αὐτὸν ἐπὶ σὲ πρὸς τὴν τούτων διεξαγωγήν, τούτου γενομένου τευξόμεθʼ ἀντιλήψεωςτευξόμεθα τιμῆσ ἵνʼ ἐὰν ἦι ταῦθʼ οὕτως ἔχοντα ἡμεῖς μὲν κομισώμεθα τὰς σκε ἀρτάβας πυροῦ εἰς τὸν τοῦ θεοῦ λόγον, περὶ δὲ ἧς πεποίηται βίας καὶ χειρογραφίας διαλαβεῖν περί αὐτοῦ μισοπονή ρως πρὸς ἐπίστασιν ἄλλωνἐπιστα εν ὅπως δυνώ μεθα ἐπι τελεῖν τὰ νομιζό μενα τοῖς θεοῖς ὑπὲρ τε τοῦ βασιλέως καὶ τῶν βασιλικῶν τέκνων τυχόντες τῆς παρὰ σοῦ ἀντιλήμψεως. εὐτύχει. ἔτους λη Ἐπεὶφ κβ. Demotic

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.