no image
DDbDP-text
Registration of an Inheritance via HGV-meta
Linked by Trismegistos ID
TM 21675.
Each record below describes this same artifact or text from a different angle.
βιβλιοφύλαξιν ἐγκτήσεων Ἑρμοπολίτου παρὰ Χενεπεῖτος Ἑρμίου τοῦ καὶ Ἀντιμάχου μητρὸς Ἕρμιος Ἑρμοδώρου Ἑρμοπολίτιδος ἀναγραφομένης ἐπὶ Φρουρίου λιβὸς μετὰ κυρίου Ἑρμείνου π ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ιθ ἔτος Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου Καισάρων τῶν κυρίων τὰς προσενεχθείσας μοι ὑπὸ τοῦ πρὸς μητρός μου πάππου Ἑρμοδώρου Ἡρακλείδου κατὰ συνοικεσίου συνγραφὴν τὴν πρὸς τὸν ἄν δρα μου Νεοπτόλεμον Ἀρείου τετελειωμέ νην διὰ τῶν ἐπιτηρούντων ἀρχεῖον τῷ ϛ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου μηνὶ Ἐπεὶφ ἐν τῷ Λευκοπυρίτῃ ἄνω περὶ Τοχνοῦβιν ἐκ τοῦ Ἀρίστωνος κλήρου ἀρούρας τρεῖςτρεεῖς , ὧν ἡ καρπεία τοῦ ἡμίσους μέρους τετήρηται τῇ προγεγραμμένῃ μου μητρὶ ἝρμειἙρμιος ἐφʼ ὃν περίεστι χρόνον· ἣν δηλῶ τετελευ τηκέναι, καὶ ὀμνύω τὴν Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου Καισάρων τῶν κυρίων τύχην οὕτως ἔχειν. ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων. Χενεπεῖς Παύσιτος ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον. Ἑρμεῖνος περ ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.