no image
DDbDP-text
Declaration to the katholikos Consulate of Flavius Philippos and Flavius Salias, Choiak 13 (348 Dec. 9) via APIS-papyrus
Linked by Trismegistos ID
TM 23634.
Each record below describes this same artifact or text from a different angle.
Φλαυίωι Σισιννίωι τῶι διασημοτάτωι καθολικῶι παρὰ Αὐρηλίου Ἄμμωνος Πετεαρβεσχίνιος σχολαστικοῦ ἀπὸ Πανὸς πόλεως τῆς Θηβαίδος. ἐπειδὴ Εὐγένειος μεμοράριος καὶ ἐγὼ ὁ Ἄμμων, φίλων με ταξὺ ἡμῶν γενομένων ἐπὶ τῆς Πανοπολιτῶν πόλεως Πανίσκου ἀπὸ δικαιοδότου καὶ Ἀπόλλωνος ποιητοῦ καὶ ἄλλου Ὡρίωνος, ὁμολογίαν ἔγγραφον κοινῆι πεποιή μεθα περὶ ἀνδραπόδων ἐν Ἀλεξανδρείαι νῦν ὄντων τῆι λαμπρᾶι ταύτηι πόλει ὑπὸ Ἁρποκρατίωνος καταλελειμμένων τοῦ ἀδελφοῦ τοῦ ἐμοῦ, ἐν δὲ τῆι ὁμολογίαι ταύτηι οὐκ οἶδ’ ἀνθ’ ὅτου ὑπήχθην προθεσμίαν ὁρισθεῖσαν τοιαύτην καταδέξασθαι ὥστε εἴσω ἡμερῶν εἴκοσι ἀπὸ ἑβδόμης καὶ εἰκάδος Ἁθὺρ τοῦ παρελθόντος μηνὸς εἰς τὴν Ἀλεξάνδρειάν με παραγενέσθαι, ὅπως πέρας ἐπιτεθῆι τῶι πράγματι, ἐλθὼν δὲ νῦν ἐνταῦθα πρὸ ἄλλων δύο ἡμερῶν τῶι προειρημένωι Εὐγενείωι οὐ συνῆλθον οὐδὲ εὑρεῖν αὐτὸν δεδύνημαι, διὰ τοῦτο σήμερον δημοσίαι μαρτύρομαι, ἥτις ἐστὶ Χοιὰκ τρισκαιδεκάτη, πρὸ ἄλλων ἡμερῶν τεσσάρων τῆς προθεσμίας, ἀσφαλιζόμενος καὶ ἀξιῶν τοῦτόν μου τὸν διασφαλισμὸν κατακεῖσθαι ἐν τῆι τάξει, ἕως ἂν ἐκεῖνος παραγένηται πρὸς τὸ μὴ ἐξεῖναι αὐτῶι σκῆψίν τινα προβαλέσθαι, αὐτὰ δὲ τὰ ὑπʼ ἐμοῦ προτεθέντα ἀξιῶ ἐπὶ τὸ σὸν μεγαλεῖον, δέσποτα, ἀνενεχθῆναι διὰ τοῦ τῆς πόλεως ταβουλαρίου κατὰ τὴν σήμερον ἡμέραν κατὰ τὴν σήμερον ἡμέραν. ὑπατείας Φλαυίου Φιλίππου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαυίου Σαλιᾶ τοῦ λαμπροτάτου μαγίστρου ἱππέων Χοιὰκ τρισκαιδεκάτη . Αὐρήλιος Ἄμμων προὔθηκα ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.