no image
DDbDP-text
Draft of a petition [348] via APIS-papyrus
Linked by Trismegistos ID
TM 23642.
Each record below describes this same artifact or text from a different angle.
[fragment a]
[… ? lines lost …]
[…]…ς πόλεως τῆς […]
[… ? lines lost …]
[… ? lines lost …]
[…]ς αυ[…]…[…]…[…]ος δε…[…]…[…]
[…]υτου ἐνταυθ…[…]…με …[…] […]
[…]ἐν δὲ τῆι ἀποδημίᾳ ἐκεῖνος γενόμενος καὶ ἀπὸ χώρας εἰς χώραν ἑκάστοτε
μεταβαίνων ἀπὸ τῆς Ἑλλάδος εἰς Ῥώμην καὶ ἀπὸ Ῥώμης εἰς Κωνσταντινόπολιν καὶ
ἀπʼ ἄλλης εἰς ἄλλην τὰ πλεῖστα τῆς γῆς περιελθὼν μέρη τῶν καλλινίκων
δεσποτῶν ἡμῶν τὰς νίκας καὶ λόγους βασιλικοὺς πανταχοῦ ἐπιδεικνύμενος
[…], αὐτὸς γὰρ ἐν ταῖς ἐπισήμοις πόλεσι τῆς Ἑλλάδος καὶ ἐπιτροπείας καὶ λογιστείας ἔπραξεν καὶ διὰ ταύτας τὰς ἀφορμὰς ἐπὶ πολὺν
χρόνον τὴν ἀποδημίαν ἐξέτεινεν τούτου ἀεὶ προσδοκῶντος ἐκείνου τὴν
ἐπάνοδον, ἐπεὶ καὶ οὕτω γράφων ἀεὶ παρεμυθήσατο ἡμᾶς διὰ τῶν γραμμάτων. ἀλλʼ
ἐν τῶι μεταξὺ μήτε ἐκείνου ταχέως ἐπανελθόντος, αὐτοῦ τε ἀεὶ προσδοκῶντος αὐτὸν ἐπανήξειν ἔτι τε καὶ ἀσχολουμένου περὶ τὴν τῶν δημοσίων αὐτοῦ
τελεσμάτων διάδοσιν καὶ μὴ δυνηθέντος δεῦρο καταπλεῦσαι διὰ ταῦτα
τὰ ἀνδράποδα, αὐτοὶ οἱ δοῦλοι μηκέτι ἀνασχόμενοι παρὰ ξένοις εἶναι καὶ
πορευόμενοι ἐν ἐρημίαι καθʼ ἑαυτοὺς ἔζησαν καὶ διὰ τὴν πολυχρόνιον ἐκείνου ἀποδημίαν ἄνετοι καὶ ὥσπερ ἀπροστάτητοι εἶναι ἐδόκουν. […]
…[…]…[…]…[…]του , οὗτος ὁ Ἄμμων ὁ ἀδελφὸς ἀπ[…]
…[…] πρῶτον μὲν διʼ ἐκεῖνον, ἔπειτα καὶ διὰ ταῦτα τὰ ἀνδράποδα. ἕως δὲ
περὶ τὴν ἀποδημίαν ἦν, παραγγέλλει αὐτῶι Σερηνιανὸς ὁ τοῦ Παλλαδίου, ὡς ἔξωθεν
ἐπιστὰς Εὐγένειός τις ἔφη ταῦτα τὰ ἐν Ἀλεξανδρείαι ἀνδράποδα
τοῦ ἀδελφοῦ αὐτοῦ ὡς ὄντα ἀδέσποτα καὶ ὡς μὴ ἐπὶ κληρονόμοις ἐκείνου τελευτήσαντος ἐξ αἰτήσεως ἐσχηκέναι παρὰ τῆς θειότητος τῶν δεσποτῶν ἡμῶν
καὶ τετυχηκέναι ἀντιγραφῆς οὕτως ἐχούσης· εἰ μή τις τούτων ἀντιποιοῖτο
μηδὲ φανείη τις τὸ δίκαιον τῆς τούτων δεσποτείας ἐκδικῶν, παραδοθῆναι αὐτῶι.
τοῦτο ἐκεῖ ἐν Θηβαίδι οὗτος ὁ Ἄμμων ἀκηκοὼς ἔτι μᾶλλον πρὸς τὴν ἀποδημίαν ἠπείγετο.
ἀλλὰ πρὸ τῆς αὐτοῦ παρουσίας ἐξετάσεως τοῦ πράγματος γενομένης ἐπὶΦλαουίου
Σισιννίου ὑπεβλήθη ὑπὸ τῆς μητρὸς τούτων τῶν σωμάτων μαρτυρομένης ὁ αὐτὸς οὗτος Ἄμμων εἶναι ἐν Πανὸς πόλει τῆς Θηβαίδος ἐκείνου τοῦ Ἁρποκρατίωνος
ἀδελφός. περὶ τούτου γράμματα πρὸς τὸν κατὰ Θηβαίδα ἐπίτροπον ὑπὸ τοῦ κυρίου μου
Σισιννίου διὰ τοῦ Εὐγενείου τούτου ἀπεστάλη, ὅπως, εἰ εὑρεθείη τις Ἄμμων ἀδελφὸς Ἁρποκρατίωνος ἐν τῆι Πανοπολιτῶν πόλει, ἐπειχθῇ καταπλεῦσαι εἰς Ἀλεξάνδρειαν διὰ ταῦτα τὰ ἀνδράποδα. ὁ δὲ ἐπίτροπος ἐπιστείλας τοῖς Πανοπολίταις[…]
…μ…[…]… […]…[…]…[…]…[…]…[…]…ι καὶ […]…[…]…ναι τὰ τοῦ κυρίου μου Σισιννίου γράμματα
ἐδέξατο παρὰ τούτων ἀναφορὰν δηλοῦσαν Ἄμμωνα ἀδελφὸν Ἁρποκρατίωνος
μετʼ Εὐγενείου ἀπηντηκέναι εἰς Ἀλεξάνδρειαν. ἀλλ ἐπειδὴ οὗτος ὁ Εὐγένειος
ἐν τῆι Πανοπολιτῶν πόλει γενόμενος ἔγνω τοῦ πράγματος τὴν ἀκρίβειαν,
λοιπὸν τοῦ πρώτου ἐπιχειρήματος ἀποτυχὼν εἰς ἄλλο τι ἐτράπη καὶ περὶ ἄλλην
δεσποτείαν ἐστρέφετο. […]…[…] μεταξὺ γενέσθαι, […]
συλλάβηι καὶ συναγάγηι […]…[…]
[… ? lines lost …]
[fragment b]
[… ? lines lost …]
ἀφηνιάσαντα, καὶ τοιαῦτα λέγων τοὺς φίλους τοὺς μεταξὺ κατηνάγκασεν
εἰς διάλυσιν τοῦτον πρὸς αὐτὸν ἀγαγεῖν α…[…] ὥστε ἔχειν οὐ δικαίως αὐτὸς ἑαυτῶι τῶν ἀνδραπόδων τὸ ἥμισυ,[…]τὸν δὲ κληρονόμον νόμιμον τὸ ἄλλο ἥμισυ τοῦτον ὑπ…η[…][…]…οσυνης πλέονος εἴτε καὶ ἀπὸ τῶν διαπ[…]
οὖν καὶ ὁμολογ[…] … […]
[…]…[…]…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.