no image
DDbDP-text
Draft of a petition to the katholikos [between 348 Dec. 9 and 348 Dec. 13] via APIS-papyrus
Linked by Trismegistos ID
TM 23640.
Each record below describes this same artifact or text from a different angle.
πολλῆς μὲν οἱ […], ὦ δέσποτα, κατ’ ἐκεῖνον τότε τὸν χρόνον εὐδαιμονίας ἐνεπλήσθησαν,
ἡνίκα τῆς ἐνθέου Τύχης καὶ θεῶν προνοίας ἡγουμένης σὺν Ἀγαθῶι Δαίμονι τῆς χώρας τῆς τῶν
Θηβαίων προὔστης καὶ παρὰ τοῖς κάτω Αἰγυπτίοις καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις μακάριοι καὶ ζηλωτοὶ
ἐώικεμεν συνεῖναι ἄρχοντι τοιούτωι εὐτυχήσαντες, ὧι παραπλήσιον ἕτερον ἐκείνη ἡ λῆξις κηδεμόνα
καὶ προστάτην οὐ τεθέαταί πω πρότερον. διάδοχοι δὲ νῦν τῆς εὐδαιμονίας ἡμῶν ἐκείνης οἱ τὴν
λαμπροτάτην οἰκοῦντες πόλιν, ἀλλὰ καὶ αὐτὸς πάλιν ἐν τῶι παρόντι εἰς εὐδαιμονίας μέρος
λογίζομαι φοιτῆσαι, ὡς ἐπέπρωτο κἀμοὶ ὑπὸ τοιούτωι ἄρχοντι καὶ δικαστῆι ἑστάναι δικαζόμενον, οὗ τὸ ἀμίμητον τῆς κρίσεως ἐν διαφόροις ἔθνεσι καὶ πάλαι καὶ νῦν ἡ
πεῖρα ἔδειξεν. τοῦ πράγματος τοίνυν τούτου τὴν ὑπόθεσιν ἄνωθεν ἀρξάμενος, ὡς ἔχει, συντόμως τῆι
σῆι ἀρετῆι, δέσποτα, παρατίθημι. πρὸ πολλοῦ τινος χρόνου ἀδελφός τις ἐμὸς Ἁρποκρατίων τοὔνομα
περὶ λόγους καὶ αὐτὸς ἐσπουδακὼς ἀποδημίαν ὑπερόριον ἔξω τῆς Αἰγύπτου τυγχάνει στειλάμενος.
ἐντεῦθεν δὲ ἀποδημῶν ἀπὸ τῆς λαμπρᾶς ταυτησὶ πόλεως κατέλειπεν ἀνδράποδα ἑαυτοῦ παρ’ ἐμοὶ ἐνταυθοῖ τότε διατρίβοντι ἐντειλάμενός μοι εἰς Θηβαίδα, καθ’ ὃν μέλλω καιρὸν ἀναπλεῦσαι, ἀναγαγεῖν
ταῦτα. ἐγὼ δὲ φυλαττόμενος, μὴ ἕν τι τούτων τῶν ἀνδραπόδων ἀπ’ ἐμοῦ δρασμῶι χρήσηται,
…[…] ἐτύγχανεν, παρεθέμην Κόμωνί τινι φίλωι ἐκείνου Ἀλεξανδρεῖ ὡς καὶ
[…] …[…]…μενος δε…ς τῶν ἀνδραπόδων
τούτων […] καὶ ἐμοὶ ἕπεσθαι, εἰς Θηβαίδα ἀνήγαγον κατὰ τὰς τοῦ ἀδελφοῦ ἐντολὰς
[…] ν οὐκ ἐβουλήθη, ἀλλὰ ἐνταῦθα ἀναμεῖναι τὴν τοῦ ἀδελφοῦ μου παρουσίαν
[…]…ιπα…[…]…ν ἀναγκάσαι, ἀλλὰ παρὰ τῶι αὐτῶι Κόμωνι κατέλειπον ὁμολογίαν παρ’ αὐτοῦ ἔγγραφον δεξάμενος ὅπως ἐπανελθόντι ἐκείνωι ἀποκαταστήσηι τὰ ἐνταυθοῖ ἀνδράποδα,
προσεδόκων γὰρ τὴν ἐπάνοδον μετὰ βραχύν τινα γενήσεσθαι χρόνον. ἀεὶ δὲ τοῦ ἀνδρὸς τὴν
ἄφιξιν πρὸ ὀφθαλμῶν ἔχων καὶ καθ’ ἑκάστην σχεδὸν ἡμέραν αὐτοῦ τὴν ἐπάνοδον
23 ……ν γραμμάτων … ἐπὶ τὰ ἀνδράποδα αὐτὸς … πέμπων εἰς
[…]… καὶ …ετ… καὶ τότε …α…[…]…ιαν
π[…] …τὰ ἀνδράποδα καὶ …καιου…το
εγ…[…] ἀντιποιούμενον …[…]…ρ…ι… ἀδελφ[…]
ἀποδοῦναι …[…] …ειση…πλευ… …
ἐπιλαβόντος …[…]
ος εμ…[…]…[…]…αιο…ιων
…
[…] …
[…] …
[…] …
[… ? lines lost …]
ὡς μὴ ἐπὶ κληρονόμοις ἐκείνου τελευτήσαντος καὶ ὡς νῦν ὄντα ἀδέσποτα
ἡμῖν …[…] τῆιδε ἐκεῖσε καὶ ο…[…]…α…[…]
[…]…α…ησε…[…]…των…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.