no image
DDbDP-text
[… ? lines lost …]
[… 6 lines lost …]
ἀναγαγοντ[…]
καὶ ἡμᾶς[…]
ἀπαγαγόντων ἀ[…]
οἱ μὲν οὖν ποιμένες ἀναγαγόντες
οὐθὲν τῶν … καθʼ ἡμᾶς προήνεγκαν,
καθαροὶ δὲ καὶ ὡς ἐσμὲν ἐγενήθημεν. μετὰ δὲ τοῦτο ἐπὶ Σελεύκου στρατηγήσαντος μετὰ τὸ κολασθῆναι
ὑπὸ τοῦ Θέωνος τοὺς κακούργους
ἀνακληθέντες καὶ βασανισθέντες
κατὰ τὸν αὐτὸν τρόπον ἐφάνημεν
καθαροί. νυνί τε κατὰ τὴν εἱρκτὴν
ὄντες καὶ παραπολλύμενοι ἐν τοῖς
ἀναγκαίοις δεόμεθα καὶ ἀξιοῦμεν
ἱκανὸν χρόνον κατεφθαρμένοι χάριν τοῦ
μὴ ἐσχηκέναι ἡμᾶς τὸν ὑπὲρ ἡμῶν ἐπελευσόμενον, διαπεπεμμένοι δὲ Χαρείσιον τὸν σύντροφον ἡμῶν, ὃν οὐκ ἀγνοεις,
ἐπιδώσοντα τὸ ὑπόμνημα, ἐὰν φαίνηται
ἐλεήσαντα ἡμᾶς ἀπολῦσαι.
εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.