no image
DDbDP-text
[… ? lines lost …]
[… 1 line lost …]
Φνεβιέως ὁ ἀνε…[…]
μεριδάρχηι παρὰ τὴν σὴν μισοπονηρίαν οἷς καὶ συνθεωρήσαντες
τῆι κβ τοῦ Παχὼν ἐπελθόντες
Μένανδρος καὶ Δημήτριος Θαλοῦ
μετʼ ἐπαγωγῆς τοῦ ἀρχεφόδου
Σωσιβίου καὶ Πετεχῶντος θεαγοῦ
οὐ μόνον συντρίψαντες θύραν καὶ
ἐπιθέμενοι τῆι μητρὶ περὶ τούτων
λογοποιουμένηι ἐξύβρισαν οὐ μετρίως
καὶ εἰς τὸν περὶ τοῦ ζῆν κίνδυνον περιστήσαντες καὶ βίᾳ τρυγήσαντες τὸν περιστερεῶνα ἀπηλλάγησαν. ἀξιῶ
ἐὰν φαίνηται συντάξαι καταστῆσαι
τούτους ἐπὶ σὲ καὶ διαλαβεῖν περὶ αὐτῶν
μισοπονήρως, εἰς δὲ τὸ λοιπὸν μηδὲν
βίαιον συντελεῖν, τυχόντας ὧν προσήκει
πρὸς ἐπίστασιν ἄλλων, ἵνʼ ὦ ἀντειλημμένος.
εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.