Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.ammon.2.41

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

πολλῆς μὲν οἱ ἐγχώριοιἐπαρχιῶταιἐπαρχικοί, ὦ δέσποτα, κατ’ ἐκεῖνον τότε τὸν χρόνον εὐδαιμονίας ἐνεπλήσθη σαν, ἡνίκα τῆς ἐνθέου Τύχης καὶ θεῶν προνοίας ἡγουμένης σὺν Ἀγαθῶι Δαίμονι τῆς χώρας τῆς τῶν Θηβαίων προὔστης καὶ παρὰ τοῖς κάτω Αἰγυπτίοις καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις μακάριοι καὶ ζηλωτοὶ ἐῴκεμεν συνεῖναι ἄρχοντι τοιούτωι εὐτυχήσαντες, ὧι παραπλήσιον ἕτερον ἐκείνη ἡ λῆξις κηδεμόνα καὶ προστάτην οὔτε τεθέαταί πω πρότερον οὔτε ὕστερον προσδοκᾷ θεάσεσθαι. διάδοχοι δὲ νῦν τῆς εὐδαιμονίας ἡμῶν ἐκείνης οἱ τὴν λαμπροτάτην οἰκοῦντες πόλιν, ἀλλὰ καὶ αὐτὸς πάλιν ἐν τῶι παρόντι εἰς εὐδαιμονίας μέρος λογίζομαι φοιτῆσαι, ὡς ἐπέπρωτο κἀμοὶ δικαστηρίωι νῦν ὁμιλεῖν ὑπὸ τοιούτωι ἄρχοντι καὶ δικαστῆι ἑστάναι δικαζόμενον, οὗ τὸ ἀμίμητον τῆς κρίσεως ἐν διαφόροις ἔθνεσι καὶ πάλαι καὶ νῦν ἡ πεῖρα ἔδειξεν. ἡσυχίαν τοίνυν ἀπράγμονα τοῖς ἐν φιλοσοφίαι καὶ λόγοις ἀνηγμένοις πρέ πειν καὶ αὐτὸς ἐπιστάμενος ἥκω καταναγκασθείς, δέσποτα, ὑπὸ τῶν ἐν πράγμασιν ἐξετάζεσθαι ἡμᾶς πεποιηκότων, προαχθεὶς ἐπὶ ταυτηνὶ τὴν διαμαρτυρίαν. εἰ μὲν γὰρ ἐξῆν τοῖς ἀναχωρεῖν προῃρη μένοις κατὰ τὸ τῆς φύσεως αὐθαίρετον μέχρι τέλους ἀπολαύειν τῆς γνώμης, υπ, ἐπειδὴἀπειλεῖ δὲ φθόνος ἀεὶ τοῖς καλοῖς εἰ μή μοι vestiges οις χ σρεινα γνώμησυγγνώμη χ καὶ δεσποτα, παρατίθημι πρὸ πολλοῦ τινος χρόνου ὁ ἀδελφός τις ἐμὸς μου Ἁρποκρατίων τοὔνομα περὶ λόγους καὶ αὐτὸς ἐσπουδακὼς ἀποδημίαν ὑπερόριον ἔξω τῆς Αἰγύπτου τυγχάνει στειλάμενος, ἐντεῦθεν δὲ ἀποδημῶν ἀπὸ τῆς λαμπρᾶς ταυτησὶ πόλεως κατέλειπεν ἀνδράποδα ἑαυτοῦ ἐνταυθὶ κατέλειπεν ἀνδράποδα παρ’ ἐμοὶ ἐνταυθοῖ τότε διατρίβοντι vestiges Κόμωνί τινι Ἀλεξανδρεῖ φίλωι ὄντι ἐκείνου, ὅπως ἐπανελθὼν ἀπολάβηι. προσεδόκων γὰρ τὴν ἐκείνου ἐπάνοδον μετὰ βραχύν τινα γενήσεσθαι χρόνον. ἐλάνθανε δὲ ἄρα ἡμᾶς ὁ δαίμων ἐλπίσι ματαίαις τὸν ἡμέτερον ἀναρτῶν τότε λογισμόν. ἐν γὰρ τῆι ἀποδημίαι ἐκεῖνος γενόμενος καὶ ἀπὸ χώρας εἰς χώραν ἑκάστοτε μεταβαίνων ἀπὸ τῆς Ἑλλάδος εἰς Ῥώμην καὶ ἀπὸ Ῥώμης εἰς Κωνσταντινόπολιν καὶ ἀπ’ ἄλλης εἰς ἄλλην τὰ πλεῖστα σχεδὸν τῆς γῆς περιελθὼν μέρη τῶν καλλινίκων δεσποτῶν ἡμῶν τὰς νίκας καὶ λόγους βασιλικοὺς πανταχοῦ ρρεριραδιέσπειρε ἐπιδεικνύμενος, αὐτὸς γὰρ ἐν ταῖς ἐπισήμοις πόλεσι τῆς Ἑλλάδος καὶ ἐπιτροπείας καὶ λογιστείας ἔπραξε καὶ διὰ ταύτας τὰς ἀφορμὰς ἐπὶ πολύν τινα χρόνον τὴν ἀποδημίαν ἐξέτεινεν, ἐμοῦ ἀεὶ προσδοκῶντος αὐτοῦ τὴν ἐπάνοδον, ἐπεὶ καὶ οὕτω γράφων ἀεὶ παρεμυθεῖτοπαρεκάλεσεν ἡμᾶς διὰ τῶν γραμμάτων, ἀλλ ἐν τῶι μεταξὺ μήτε ἐκείνου ταχέως ἐπανελθόντος, ἐμοῦ δὲ 29 ἀεὶ προσδοκῶντος αὐτὸν ἐπανήξειν ἔτι τε καὶ ἀσχολουμένου περὶ τὴν τῶν δημοσίων μου τελεσμάτων διάδοσινδιάλυσιν καὶ μὴ δυνηθέντος δεῦρο καταπλεῦσαι, αὐτοὶ οἱ δοῦλοι μηκέτι ἀνασχόμενοι παρὰ ξένοις εἶναι ἑαυτ ὑπετὑπηρετεῖσθαιὑπηρετεῖν, πρὸ πολλοῦ ἀπέστησαν τῆς τούτων οἰκίας καὶ καθ’ ἑαυτοὺς ἔζησαν μηδενὸς αὐτῶν προισταμένου ὡς ἐν ἐρημίαι π δεσπότου διὰ τὴν πολυχρόνιον μὲν ἐκείνου ἀποδημίαν, ἀεὶ δὲ ὑφ’ ἡμῶν εἰς ἐπανόδου μεταβολὴν προσδοκωμένου μέχρι καὶ τῆς τελευταίας ὥρας ἐκείνης, καθ’ ἣν τὴν ἀναγκαίαν μοῖραν ἐκπληρώσας οἴχεται. Διὰ τοσοῦτον γὰρ καὶ τηλικοῦτον κα ἀρετῆι παντὸς τοῦ βίου τῆι τῆς ἄνω κινήσεως ἐνεργείαι καὶ τοῦ εἰληχότος αὐτὸν ἐξ ἀρχῆς δαίμονος vestiges βίου, ἀλλ ἐπὶ ξένης, πορρωτάτω μὲν τῆς εἐαυτοῦ πατρίδοςἰδίας ρλΑὐρήλιοςπαρειλη- Ἀέτιος παραγένηι, ἀνελθὼν ὁ Ἀέτιος ἀναρπασθεὶς οἴχεται. φήμης τοίνυν πρὸ ὀλίγου δια δοθείσης, ὡς εἴη τελευτήσας ἐκεῖνος, πρὸ βραχέος γὰρ χρόνου τοῦτο αὐτὸς ἀκήκοα, εἰ καὶ πρόπαλαι τοῦτο ὑπενόησα οὐ γὰρ ταχέως εἰς ἀκοὴν τῶν οἰκείων ἀφικνεῖται ὁ περὶ τοῦ θανάτου τῶν ἐπὶ ξένης λόγος διὰ τὸ μηδένα βούλεσθαι μετὰ τοιαύτης ἀγγελίας προσιέναι τοῖς τῶι τελευτήσαντι κατ’ ἀγχιστείαν προσήκουσι, παρεσκευαζόμην μὲν ἐπὶ τῆι ἀκοῆι ταύτηι δεῦρο καταπλεῦσαι, πρῶτον μὲν δι’ ἐκεῖνον, ἔπειτα καὶ διὰ ταῦτα τὰ ἀνδράποδα αὐτοῦ τὰ ἐνταυθοῖ διατρίβοντα. ἕως δὲ εταύτην ἔτι ἐν χερσὶν εἶχον τὴν φροντίδα, ἥκει παρ αγγέλλων Σερηνιανὸς ὁ τοῦ Παλλαδίου, ὡς ἔξωθέν τις ἐπιστὰς Εὐγένειος τοὔνομα ἔφηἀξιῶν ταῦτα τὰ ἐν Ἀλεξανδρείαι ἀνδράποδα τοῦ ἀδελφοῦ μου Ἁρποκρατίωνος ὡς ὄνταὄντα νῦν ἀδέσποτα καὶ ὡς μὴ ἐπὶ κληρονόμοις ἐκείνου τελευτήσαντος ἐξ αἰτήσεως ἐσχηκέναι παρὰ τῆς θειότητος τῶν καλλινίκων δεσποτῶν ἡμῶν καὶ τετυχηκέναι ἀντιγραφῆς continues on the recto of P.Ammon II 30 οὕτως ἐχούσης· εἰ μή τις τούτων ἀντιποιοῖτο μηδὲ φανείη τις τὴν τούτων δεσποτείαν ἐκδικῶν, παραδοθῆναι αὐτῶι. ταῦτα παρ’ ἐκείνου τοῦ Σερηνιανοῦ ἀκούσας ἔτι μᾶλλον πρὸς τὴν ἀποδημίαν ἠπείχθην. ἐν Ἀλεξανδρείαι δὲ γενόμενος ἐκεῖνος καὶ γνοὺς ἐκεῖνον τὸν Ἁρποκρατίωνα κληρονόμον ἔχειν ἀδελφὸν ὁμοπάτριόν τε καὶ ὁμομήτριον, ἐμὲ δὴ τὸν Ἄμμωνα, Νίκης τῆς μητρὸς τούτων τῶν σωμάτων μαρτυρομένης, παραυτίκα εἰς Θηβαίδα ἀνέδραμεν ἴσως τοῦτο πυνθάνεσθαι βουλόμενος, ἔλεγεν δὲ γράμματα ἔχειν παρὰ τοῦ κυρίου μου Σισιννίου καλοῦντά με εἰς τὴν Ἀλεξανδρέων πόλιν διὰ διὰ ταῦτα τὰ ἀνδράποδα, τὸν καὶ πρὸς τῆς τούτου ἀφίξεως προπαρεσκευασμένον δεῦρο καταπλεῦσαι δι’ αὐτὸ τοῦτο. ἀφικόμενος δὲ εἰς τὴν πατρίδα τὴν ἐμὴν καὶ γνοὺς τοῦ πράγματος τὴν ἀκρίβειαν καὶ ὡς τοῦ `πρώτου´ ἐπιχειρήματος ἀποτυχών, λοιπὸν εἰς ἄλλο τι ἐτράπη καὶ περὶ ἄλλην δεσποτείαν ἐστρέ φετο. φίλους γὰρ ἀξιώσας μεταξὺ γενέσθαι Πανίσκον τὸν ἀπὸ δικαιοδότου καὶ Ἀπόλλωνα τὸν ποιητὴν τὸν ἀδελφιδοῦν τὸν ἐμόν, ὃν καὶ ἡ σή, ὦ δέσποτα, περὶ τοὺς λόγους ἀρετή τε καὶ φιληκοία γινώσκει τὴν παρὰ σοῦ, κύριε, ἐν Θηβαίδι εὐτυχήσαντα ἀκρόασιν, καὶ ἄλλα προεφέρετο ὁ Εὐγένειος ἀναλώματά τινα καὶ καμάτους προβαλλόμενος, ἕως ἂν συλλάβηι καὶ συναγάγηι τὰ ἀνδράποδα ταῦτα τῆιδε ἐκεῖσεδι ἐσκορπισμένα καὶ δρασμὸν ἤδη μελετήσαντα καὶ ὡς ἐν ἐρημίαι ἀδέσποτα ὄντα μηδενὸς αὐτῶν vestiges προισταμένου, καὶ τοιαῦτά τινα λέγων παράνομα τοὺς φίλους τοὺς μεταξὺ κατηνάγκασεν εἰς διάλυσίν με πρὸς αὐτὸν ἀγαγεῖν οὕτω βιαιοτάτην ὥστε ἔχειν οὐ δικαίως αὐτὸς ἑαυτῶι καθ’ ἰδίαν δεσποτείαν τῶν ἀνδραπόδων τὸ ἥμισυ αὐτὸν ἔχειν καὶ τὸν κληρονόμον νόμιμον τὸ ἄλλο ἥμισυ, ἐμὲ την ενέγκαι μεθ γ ττου τοιοὗτοιαὐτοι γοῦν ημ καὶ αὐτὸς οὗτος ὁ Εὐγένειος παράδοσιν καὶ τὴν παράστασιν τῶν δούλων τῶν κἄν τις ἐν αὐτοῖς ἦι ἀποδεδρακώς καὶ απλκαταπλμυ τοῦ ἔτι τότε κρατουμένου, καίπερ οὔτε ἀλλὰ οὐδὲ τοῦτο πεποίηκεν οὔτε τὴν παράδοσιν τῶν δι’ αὐτοῦ τοῦ Εὐγενείου παρὰ τῆι τάξει τῆς καθολικότητος φρουρηθέντωνφρουρηθένσων οὔτε τὴν παράστα σιν τοῦ πεφευγότος δούλου καὶ οὐ παρόντος μοι πεποίηκεν. ἐν αὐτοῖς δὲ ἤδη λοιπὸν δύο, ἐξ οὗ εἰς τήνδε ἀφικόμην τὴν πόλιν, ἤδη διέδρασανσαντοςνοσήσαντος ἐμοῦ καὶ δεινῶς ἐςχηκότος, καὶ ὁ τρίτος ἤδη ἐπισ ἐνταυθἐπιστὰς ἐνταῦθαἐπιστρέψας ἐνταυθοῖ ἐμοὶ αὐτός

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.