Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.ammon.2.45

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

πρὸ πολλοῦ τινος χρόνου οὗτος ὁ ἀδελφός μου Ἁρποκρατίων το ὄνοματοὔνομα περὶ λόγους καὶ αὐτὸς ἐσπουδακὼς ἀποδημίαν ἔξω τῆς Αἰγύπτου τυγχάνει στειλάμενος. ἐντεῦθεν δὲ ἀποδημῶν κατέλειπεν ἀνδράποδα ἑαυτοῦ ἐν τῆιδε τῆι πόλει προδιατρίψαντι τότε ἐμοὶ καὶ ἄλλον τινὰ χρόνον. προσεδόκα γὰρ δεῦρο μετὰ βραχύν τινα ἐπανήξειν χρόνον. ἐν δὲ τῆι ἀποδημίᾳ ἐκεῖνος γενόμενος καὶ ἀπὸ χώρας εἰς χώραν ἑκάστοτε μεταβαίνων, ἀπὸ τῆς Ἑλλάδος εἰς Ῥώμην καὶ ἀπὸ Ῥώμης εἰς Κωνσταντινόπολιν καὶ ἀπʼ ἄλλης εἰς ἄλλην, διὰ τὴν τῶν λόγων ἀφορμὴν ἐπὶ πολύν τινα χρόνον τὴν ἀποδημίαν ἐξέτεινεν. ἐν δὲ τῶι μεταξὺ μήτε ἐκείνου ταχέως ἐπανελθόντος, ἐμοῦ τε ἀεὶ προσδοκῶντος αὐτοῦ τὴν ἐπάνοδον ἐξ ὧν ἑκάστοτε ἔπεμπεν γραμμάτων τοῦτο δηλούντων, οἱ δοῦλοι αὐτοῦ οἱ ἐν τῆιδε τῆι πόλει καθʼ ἑαυτοὺς ζῶντες ἄνετοι καὶ ὥσπερ ἀπροστάτη τοι εἶναι ἐδόκουν διὰ τὴν πολυχρόνιον τοῦ δεσπότου αὐτῶν ἀποδημίαν. φήμης τοίνυν πρὸ ὀλίγου διαδοθείσης, ὡς εἴη τελευτήσας ἐκεῖνος, πρὸ βραχέος γὰρ χρόνου ταῦτα ἀκηκόη, οὐ γὰρ ταχέως εἰς ἀκοὴν τῶν οἰκείων ἀφικνεῖται ὁ περὶ τοῦ θανάτου τῶν ἐπὶ ξένης λόγος, παρεσκευασάμην μὲν ἐπὶ τῆι ἀκοῆι ταύτηι δεῦρο καταπλεῦσαι διὰ ταῦτα ἡμῶν τὰ ἀνδράποδα τὰ ἐνταυθοῖ διατρίβοντα. ἕως δὲ περὶ τὴν ἀποδημίαν ἤμην, ἥκει τις Σερηνιανὸς παραγγέλλων, ὡς ἔξωθέν τις ἐπιστὰς Εὐγένειος το ὄνοματοὔνομα ἔφη ταῦτα τὰ ἐν Ἀλεξανδρείᾳ ἀνδράποδα τοῦ ἀδελφοῦ μου Ἁρποκρατίωνος ὡς νῦν ὄντα ἀδέσποτα καὶ ὡς μὴ ἐπὶ κληρονόμοις ἐκείνου τελευτήσαντος ἐξ αἰτήσεως ἐσχηκέναι παρὰ τῆς θειότητος τῶν καλλινίκων δεσποτῶν ἡμῶν καὶ τετυχηκέναι ἀντιγραφῆς οὕτως ἐχούσης κατὰ τοὺς νόμους· εἰ μή τις τούτων ἀντιποιοῖτο μηδὲ φανείη τις τὴν δεστούτων δεσποτείαν ἐκδικῶν, παραδοθῆναι αὐτῶι. τοῦτο ἐν Θηβαίδι ἀκηκοὼς ἔτι μᾶλλον πρὸς τὴν ἀποδημίαν ἠπείχθην. ἀλλὰ πρὸ τῆς ἐμῆς παρουσίας ἐν Ἀλεξανδρείαι γενόμενος καὶ γνοὺς ἐκεῖνον τὸν Ἁρποκρατίωνα κληρονόμον ἔχειν ἀδελφὸν ὁμοπάτριόν τε καὶ ὁμομήτριον, ἐμὲ δὴ τὸν Ἄμμωνα Νίκης τῆς μητρὸς τούτων τῶν σωμάτων μαρτυρομένης, παραυτίκα εἰς Θη βαίδα ἀνέδραμεν, ἴσως τοῦτο πυνθάνεσθαι βουλόμενος, ἔλεγεν δὲ γράμματα ἔχειν παρὰ τοῦ κυρίου μου Σισιννίου καλοῦντά με εἰς τὴν Ἀλεξανδρέων πόλιν διὰ ταῦτα τὰ ἀνδράποδα, τὸν καὶ πρὸ τῆς τούτου ἀφίξεως προπαρεσκευασμένον δεῦρο καταπλεῦσαι διʼ αὐτὸ τοῦτο. ἐπεὶ τοίνυν τὰ ἀνδράποδα ταῦτα ἐφρουρήθη παρὰ τῆι τάξει τῆς καθολικότητος μέχρι τῆς ἐμῆς παρουσίας, Εὐγενείου τε καὶ συλ λαβόντος καὶ ὑπὸ φρουρὰν εἶναι ἀξιώσαντος καὶ πρὸς ἐμὲ οὐδὲν ἀντιλέγειν ἔτι ἔχει Εὐγένειος, ἀξιῶ, δέσποτα, ταῦτά μοι παραδοθῆναι καὶ ἀπὸ τῆς φρουρᾶς ταύτης ἀπολυθῆναι, ἐμὲ γὰρ νῦν καλοῦσιν οἱ νόμοι ἐπὶ τὴν τούτων δεσποτείαν, ἀδελφὸν ὄντα ἐκείνου τοῦ Ἁρποκρατίωνος ὁμοπάτριόν τε καὶ ὁμομήτριον καὶ ὡς ἔχει τὰ ἐνγεγραμμένα τῆι δοθείσηι Εὐγενείωι θείαι ἀντιγραφῆι τὴν τῶν νόμων ἀκολουθίαν τηροῦντα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.