no image
DDbDP-text
Deklaration von Tempelland via HGV-meta
Linked by Trismegistos ID
TM 100079.
Each record below describes this same artifact or text from a different angle.
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ τὸ ἕβδομον καὶ Μαξιμιανοῦ τὸ ἕκτον Σεβαστῶν Αὐρηλίῳ Χρυσίππωι τῶι διασημοτάτωι κηνσίτορι νομοῦ Πανοπολίτου παρὰ Αὐρηλίου Ὡρίωνος Πετεαρβεσχίνιος ἀρχιπροφήτου ἱερῶν πρωτολογίμων Πανὸς πόλεως καὶ τῶν ὑποστελλόντων ἱερῶν. κατὰ τὸ θεῖον πρόσταγμα τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἀπογράφομαι παρὰ σοὶ κεκτῆσθαι περὶ τὴν μητρόπολιν καὶ τὸν νομὸν ἀπὸ κοινῆς γῆς ἱερέων πεν ταφυλίας ὑπὲρ μέρους προφητείας τὰ ὑπογεγραμμένα. ἔστι δὲ· μητροπόλεως κοίτης σμγ κλήρου πμ ἐλαιοφοινικῶνος ἀπὸ ἀρούρης μιᾶς τετάρτου ὀγδόου ἀρούρης ὄγδοον τετραεξηκοστόν κοίτης σμϛ κλήρου Πονμιν ἐλαιοφοινικῶνος ἀπὸ ἀρουρῶν ὀκτὼ ἡμίσους τετάρτου ἀρούρης ἥμισυ τέταρτον ὄγδοον κοίτης σξγ κλήρου Χήβεως ἐλαιοφοινικῶνος ἀπὸ ἀρουρῶν τριῶν ἀρούρης τέταρτον δυτριακοστὸν τετραεξηκοστόν κοίτης ρξδ πεδίου Πμούχεως ἐσπαρμένης ἀπὸ ἀρούρης μιᾶς ἀρούρης ἑκκαιδέκατον κοίτης πεδίου Ἰβιῶνος ἡλιοτροπ ἀπὸ ἀρούρης ἡμίσους τετάρτου ὀγδόου ἀρούρης ἑκκαιδέκατον τετραεξηκοστὸν ἑκατοστοεικοσόγδοον ἐσπαρμένης ἰδιωτικῆς ἀπὸ ἀρουρῶν τριακοσίων δύο τετάρτου ἄρουραι τριάκοντα ὄγδοον ἑκκαιδέκατον δυτριακοστὸν χέρσου ἰδιωτικῆς ἀπὸ ἀρουρῶν διακοσίων ἑπτὰ τετάρτου ἄρουραι εἴκοσι δύο ἥμισυ τέταρτον μέσης τοπαρχίας ὁμοίως· Βομπαὴ κοίτης νγ ἀμπέλου διαφωνησάσης διαμισθ τελούντων τὰ δημόσια καὶ τὰ προσπαραγραφόμενα ἀπὸ ἀρουρῶν τεσσάρων τετάρτου ἀρούρης τέταρτον χερσαμπέλου ἀπὸ ἀρούρης μιᾶς ἡμίσους ὀγδόου ἀρούρης δυ τριακοστὸν ἑκατοστοεικοσόγδοον φοινικῶνος ἀπὸ ἀρουρῶν τεσσάρων τετάρτου ἀρούρης δυτριακοστὸν τετραεξηκοστὸν ἐσπαρμένης ἰδιωτικῆς ἀπὸ ἀρουρῶν πεντήκοντα ἡμίσους ἄρουραι πέντε ὄγδοον τετραεξηκοστὸν χέρσου ἰδιωτικῆς ἀπὸ ἀρουρῶν ἑβδομήκοντα μιᾶς τετάρτου ἀρούρης δυτριακοστὸν τετραεξηκοστὸν .ιερ κλήρου ἀρούρης ἀπὸ ερφη χ ρω ἐσπαρμένης ἀπὸ τέταρτον ὄγδοονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.