no image
DDbDP-text
Acknowledgement of Indebtedness via HGV-meta
Linked by Trismegistos ID
TM 17194.
Each record below describes this same artifact or text from a different angle.
[r]
† χμγ
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου
Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους εἰκοστοῦ τριακὰς ἐν ἔτει μετὰ τὴν
ὑπατείανΦλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου Θὼθ κθ ἕκτης ἰνδικτίονος·
Αὐρήλιος Πειηυοῦτος ἐκ πατρὸς Ἀπολλῶτος μητρὸς Θέκλας
μετʼ ἐγγυητοῦ τοῦ ἐγγυωμένου πρὸς πᾶσαν πίστιν καὶ ἀπόδοσιν
ὑποκειμένην σοι εἰς τοῦτο τὸ χρέος ἐμοῦ Αὐρηλίου Πέτρου
ἐκ πατρὸς Ψᾶτος μητρὸς Θερμουθίας γεωργοὶ ὁρμώμενοι ἀπὸ
κώμης Ληναίου τοῦ Ἀντινοίτου νομοῦ τὰ νῦν διάγοντες ἐνταῦθα ἐπὶ τῆς αὐτῆς κώμης Ληναίου Αὐρηλίῳ Ἰωσηφίῳ υἱῷ Σουροῦτος Ἰουδαίῳ τὴν θρησκείαν ἀπὸ τῆς αὐτῆς κώμης Ληναίου
τοῦ αὐτοῦ Ἀντινοίτου νομοῦ χαίρειν· ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Πειηῦτος μετʼ ἐγγυητοῦ Πέτρου διὰ ταύτης μου τῆς
ἐγγράφου ἀσφαλείας ἐσχηκέναι καὶ πεπληρῶσθαι παρά σου τῆς
τελείας καὶ ἀξίας τιμῆς οἴνου νέου καλλίστου καὶ εὐαρέστου μικρὰ
ἀγγείων ἑκατὸν εἴκοσι ἓν ἥμισυ ἀπὸ ξεστῶν πέντε Ἰουδαϊκῶν
ἑκάστου μικροῦ γίνεται οἴνου μικροῦ ἀγγεῖα σκα 𐅵 ἀπὸ ξεστῶν ε καὶ ταῦτα ἑτοίμως ἔχω παρασχεῖν σοι τῷ καιρῷ τῶν τρυγῶν τῷ Μεσορὴ μηνὶ τῆς
παρούσης σὺν θεῷ εἰσιούσης καρπῶν ἑβδόμης ἰνδικτίονος
καὶ τὸν ναυ…ης εὑρεθησόμενον ὄξος ἢ ἀποίητον ἢ ὀξιζόμενον
ἐκ τῶν αὐτῶν οἴνου ἕως Τῦβι καὶ αὐτοῦ μηνὸς τῆς αὐτῆς
ἰνδικτίονος ἀλλαττομένων σοι παρὰ ἐμοῦ ἐπὶ καλῷ καὶ ἐπὶ βελτίονι οἴνῳ·
καὶ ἀποκαταστήσομεν αὐτῷ τὸν οἶνον ἕως ἀποκαθειστα εἰς τὰς
θύρας τῆς οἰκίας τῆς κώμης ἰδίοις μου ἀναλώμασι καὶ ναύλῳ
δίχα πάσης ὑπερθέσεως καὶ ἀντιλογίας· παρελθούσης δὲ ἐν τῷ
αὐτῷ καιρῷ εἰ μὴ ἀποδοίην τὸν αὐτὸν οἶνον ἑτοίμως ἔχω
παρασχεῖν σοι ὑπὲρ τῆς τούτων τιμῆς χρύσου νομισμάτια
πέντε ἐργῷ παρʼ αὐτὰ καὶ ὑπαρχόντων ἡμῖν ὑποκειμένων σοι εἰς τοῦτο τὸ χρέος
καθάπερ ἐκ δίκης· τὸ γραμματεῖον τοῦτο κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς
ὡμολόγησα· Αὐρήλιος Πεηῦτος μετʼ ἐγγυητοῦ Πέτρου οἱ προκείμενοι στοίχει μοι
πάντα ὡς πρόκειται Αὐρήλιος Κυριακὸς νομικὸς ἀξιωθεὶς ἔγραψα
ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Φλαύιος Στέφανος Κύρου
μαρτυρῶ τὸ γραμματεῖον ἀκούσας παρὰ
τοῦ θεμένου. † Φοιβάμων Πόλλων διάκονος
μαρτυρῶ τὸ γραμματεῖον ἀκούσας παρὰ
τοῦ θεμένου. †
† διʼ ἐμοῦ Κυριακοῦ ἐγράφη.
[v]
† γραμματεῖον Πεηυοῦτος Ἀπολλῶτος μετʼ ἐγγυητοῦ Πέτρου
ἀπὸ κώμης Ληναίου δια…η[…]
…ελ…ιτ αSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.