no image
DDbDP-text
Letter of Zacharias via HGV-meta
Letter from Zacharias to a comes about estate business. A sixth-century letter from Zacharias to a superior holding the rank of comes, acknowledging a letter brought by the courier Akorios and reporting on business: replies from Damianos and Victor, administrator of Poïs, sent by a monastery boat, and matters concerning estate agents, gold, and assistants. It probably comes from the Antinoite region. machine translation
Linked by Trismegistos ID
TM 36079.
Each record below describes this same artifact or text from a different angle.
[r]
† τὰ γράμματα τῆς ὑμετέρας περιβλέπτου δεσποτείας ἐδεξάμην διὰ Ἀκωρίου τοῦ συμμάχου
καὶ μαρτυρεῖ μοι ὁ δεσπότης Χριστὸς ὅτι περιχαρὴς ἐγενόμην μαθὼν τὴν ὑγίειαν αὐτῆς,
ὡς ὅτι τὸν ἴδιόν μου ἀδελφὸν Ἐπανάκιον βλέπων ἀναστήσαντα ἐκ τῶν νεκρῶν
ἕως καταξιώσῃ με ὁ Θεὸς προσκυνῆσαι ἄλλοτε ἐπὶ τοὺς πόδας τῆς ὑμετέρας δεσποτείας
καὶ τελει…τ…[…]…[…]… […]καθὼς δὲ …[…]εν[…]…[…]ς[…] δεήσω
τῷ κυρίῳ Δαμιανῷ τῷ ὑμετέρῳ ὑποδέκτῃ. οὐκ ἐδυνήθη Ἀκώριος
ὁ σύμμαχος ὑπομεῖναι
τῇ ἀποκρίσει, ἀλλὰ σὺν Θεῷ κατερχομένου μου ἐπὶ τὴν Ἀντινόου τῷ Πάσχα τὴν ἀπόκρισιν αὐτοῦ
τοῦ κυρίου Δαμιανοῦ καὶ τοῦ κυρίου Βίκτορος τοῦ διοικητοῦ Πώεως γράφω ὑμῖν διὰ τοῦ οἰακίου
τοῦ σκάφους τοῦ μοναστηρίου τοῦ καλουμένου τῆς Περιστερᾶς. περὶ δὲ Ἀκῆτος τοῦ προνοητοῦ
[…]…[…]ιν ἀκέφαλα δέδωκεν Ἀκωρίῳ κατερχομένῳ καὶ ὡς λέγει πολὺ χρυσίον
[…] τοῦ εὐδοκιμωτάτου Φιλίππου τοῦ μεσίτου καὶ ἀπῃτήθη παρὰ τοῦ ἰλλουστρίου
[…]δοῦναι εἰ μὴ ταῦτα. περὶ δὲ Θέωνος τοῦ βοηθοῦ ηὗρον αὐτὸν προφυγόντα
οὐδὲ ἐλάλησα αὐτῷ μέχρι νῦν. ἐλάλησα δὲ Ἰωσῆφι τῷ βοηθῷ Ψώβθεως, καὶ ἐπιστολὴν
[…] τινα ναύτην νομισμάτων ἓξ τυγχάνοντα ἐγγὺς ὑμῶν. λέγει δὲ ὁ αὐτὸς
[…] ὅτι ἐκ γραμμάτων ὑμῶν ἐκελεύσατε αὐτῷ ταύτην τὴν ἐπιστολὴν ποιῆσαι
[…]ἦλθεν Ἀκώριος […] πολλὰς ἡμέρας ἐποίησεν ἐν τῇ Λύκων
πόλει[…]… μοι […] ὅτι καὶ εἰ μὴ ἀνῆλθον οὐκ ἀπεδόθησάν μοι
[…]εις ὑμῶν …ν…[…]σαι προαποδοῦναι
[…]…[…]…[…]…[…]
[…] ὑμῖν. ἐλπίζω δὲ ὅτι[…]
[…]τοῦ οἰκιακοῦ τοῦ σκάφους ὡς …[…]
[…]ον οὐκ ἐδυνήθη βαστάζειν[…]
[…] τῆς εἰρημένης εὐκαιρίας[…]
[…]… στα[…]τα[…]τασ…κ…[…]
[…]ημ[…] υπτα…[…]
[…]ς […]
[v]
† δὸς τῷ ἐμῷ δεσπότῃ …… κόμετι † Ζαχαρίας ὑμέτερος δοῦλος †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.