no image
DDbDP-text
Letter from Zanathos to Abinnaeus about camels, wine for the comes and gold. A letter from Zanathos to Flavius Abinnaeus, commander at Dionysias in the Fayum, asking him to feed the camels of Zanathos' brother Polychronios, which are carrying wine as a gift for the comes. Zanathos also asks Abinnaeus to send gold, since he is going to Alexandria and faces an inquiry on many matters. It dates to the mid 4th century AD. machine translation
Linked by Trismegistos ID
TM 32672.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
τῷ δεσπότῃ μου Ἀβιννέῳ
Ζάναθος·
εὐκαιρίαν εὑρὼν κύριέ μου ἄδελφε
ἔσπευσα προσαγορεῦσαί σου τὴν
ἀμίμητον καλοκαγαθίαν ὡς
ἀληθῶς ἀσύνκριτον. ἔπειτα
γιγνώσκειν σε θέλω τῶν καμήλων
τοῦ ἀδελφοῦ μου Πολυχρονίου
ἀπαντούντων πρὸς τὴν σὴν
εὐγενίαν ὡς ἀπὸ ἐμοῦ ἀπεσταλμένα ὡς προεῖπον πρὸς
Πολυχρόνιον ἐν Ἀλεξανδρίᾳ
μετὰ φορᾶς οἴνου ἵνα ξένιν
διδῇ τῷ δεσπότῃ μου τῷ κόμιτι
ἵνα αὐτὰ θρέψῃς, τὰ μέγιστά μοι
χαριζόμενος. περὶ δὲ τοῦ εἴδους
οἶδας καὶ σὺ ὅτι ἐν Ἀλεξανδρίᾳ ἀπαντῶ
καὶ χρείαν ἔχω· περὶ πολλῶν γὰρ ἐξετάζομαι. ἀπόστειλον οὖν τὸ χρυσάφιν· εἰ δὲ μήγε γράψον μοι καὶ ἐξ
αὐτοῦ τοῦ εἴδους εὔνομα διοικῆσαι. ἐρρῶσθαί
σʼ εὔχομαι.
[r,ms]
περὶ δὲ ὧν βούλει κέλευέ μοι ἡδέως ποιοῦντι. ἀσπάζομαι τὸν ἀβάσκαντὸν σου οἶκον καὶ τὰ ἀβάσκαντα σου παιδία. ἐρρῶσθαί σε
εὔχομαι πολλοῖς
χρόνοις.
[v]
τῷ δεσπότῃ μου ἈβιννέῳSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.